Ancient Greek
32 to 45
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 32-45
Not analysed yet
Ἄφρος· τὸ ἐθνικὸν παροξύνεται, ἀφρός· τὸ προσηγορικὸν ὀξύνεται. ἄγχου· τὸ πνῖγμα παροξύνεται, ἀγχοῦ· τὸ πλησίον περισπᾶται. Αἴδρα· Ἰλλυρίδος πόλις παροξύνεται, Αἱδρά· ἡ παχεῖα ὀξύνεται. Ἀδέλφιος· τὸ κύριον παροξύνεται, ἀδελφιός· ὁ ἀδελφὸς ὀξύνεται. Ἄκρις· ἡ πόλις παροξύνεται, ἀκρίς· τὸ ζῷον ὀξύνεται. ἀγχίαλος· θαλάσσιος τόπος προπαροξύνεται, Ἀγχιαλός· πόλις Θρακῶν ὀξύνεται. Ἀνδρώ· πόλις Αἰγυπτίας, ἀνδρῶ· τὸ ῥῆμα. Ἄγκυρα· πόλις Γαλατίας προπαροξύνεται, ἀγκύρα· ἡ σχοῖνος τοῦ πλοίου παροξύνεται. Ἄγητος· τὸ κύριον, ἀγητός· ὁ θαυμαστός. Αἴπεια· πόλις πλησίον Πύλου, αἰπεῖα· ὑψηλή. ἀμφίς· χωρὶς καὶ ἐκτὸς ὀξύνεται, Ἄμφις· τὸ ἐπίθετον καὶ κύριον παροξύνεται. ἀμάραντος· τὸ ἐπιθετικόν, Ἀμαραντός· τὸ ἐθνικόν. Ἄστακος· πόλις Ἠπείρου, ἀστακός· ἰχθὺς θαλάσσιος. Ἄψος· τὸ κύριον, ἀψός· τεχνίτης.