Ancient Greek · ~5 min
1 to 27
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-55-27
Not analysed yet
εἰς· πρόθεσις ψιλοῦται, εἷς· ὁ ἀριθμὸς δασύνεται. Εἴδυια· τὸ κύριον προπαροξύνεται, γέγονε δὲ μήτηρ Μηδείας, εἰδυῖα· ἡ ἐπισταμένη προπερισπᾶται. εἴκων· ὁ πειθόμενος παροξύνεται, εἰκών· ἡ γραφὴ ὀξυτόνως. ἐλάσσων· ὁ μικρότερος παροξύνεται, ἐλασσῶν· ὁ σμικρύνων περισπᾶται. ἕκτος· ὁ ἀριθμὸς παροξύνεται καὶ δασύνεται, ἐκτός· τὸ χωρὶς ὀξύνεται καὶ ψιλοῦται. ἐναντίον· τὸ ἐξεναντίας παροξύνεται, ἐνάντιον· τὸ ἐχθρῶδες προπαροξύνεται. ἔλευσις· ἡ ἄφιξις προπαροξύνεται, Ἐλευσίς· πόλις Ἀττικῆς ὀξύνεται. Ἐλεών· τὸ ἐθνικὸν ὀξύνεται, ἐλεῶν· ἡ μετοχὴ περισπᾶται. ἐλάων· ὁ διώκων, ἐλαιών· τὸ περιεκτικὸν ὀξύνεται. ἐξ· ἡ πρόθεσις ψιλοῦται, ἕξ· ὁ ἀριθμὸς δασύνεται. ἐξαίρει· αὔξει παροξυτόνως, ἐξαιρεῖ· ῥύεται περισπᾶται. ἑνάς· ἡ μυριὰς δασύνεται, ἐνάς· τὰ ἐνέα ψιλοῦται. ἔπι· ἡ πρόθεσις ὅταν εἴη καθ' ὑπερβατὸν παροξύνεται, οἷον τῆς γῆς ἔπι, <******>ἔρμαιον· τὸ εὕρεμα προπαροξύνεται, Ἑρμαῖον· τὸ τοῦ Ἑρμοῦ προπερισπᾶται. εὐσεβών· τὸ †περιεκτικὸν† ὄνομα ὀξύνεται, εὐσεβῶν· ἡ μετοχὴ περισπᾶται. ἔχθρα· ἡ μάχη παροξυτόνως ἐχθρά· ἡ πολεμία ὀξυτόνως. Εὐάνθης· τὸ κύριον, εὐανθής· ὁ εὐθαλής. <******>ἐπαρχία· ἡ τοποθεσία. ἔλεος· ὁ οἶκτος, Ἐλεός· τὸ κύριον, ποταμὸς τῆς Ἤλιδος. Ἔλπις· τὸ κύριον, ἐλπίς· τὸ θηλυκόν. ἐξαίρετον· τὸ ἐπίλεκτον, ἐξαιρετόν· τὸ ἀπόβλητον. ἐρίνεος· ὁ τῆς ἀγριοσυκῆς καρπός, ἐρινεός· τὸ δένδρον. Εὐπείθης· τὸ κύριον, εὐπειθής· τὸ πειθαρχικόν. Εὐσθένης· τὸ κύριον, εὐσθενής· ὁ ῥωμαλαῖος. Εὐτύχεια· τὸ κύριον, εὐτυχεία· τὸ προσηγορικόν. ἕτερος· ὁ ἄλλος προπαροξύνεται καὶ δασύνεται, ἐταῖρος· ὁ φίλος ὅταν προπερισπᾶται καὶ ψιλοῦται. Ἕρμαιος· ὁ λόφος, Ἑρμαῖος· τὸ ἐπίθετον.