Ancient Greek · ~3 min
1 to 16
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-54-16
Not analysed yet
Δόλων· τὸ κύριον παροξυτόνως, δολῶν· ἡ μετοχὴ περισπωμένως. Δάφνις· τὸ κύριον παροξυτόνως, δαφνίς· τὸ φυτόν, τὸ ἄκρον τῆς δάφνης ὀξύνεται. Δείρη· πόλις ὑπὸ τὴν Αἴγυπτον Αἰθιόπων παροξύνεται, δειρή· ὁ τράχηλος ὀξυτόνως. Δίων· τὸ κύριον παροξύνεται, διῶν· ἡ μετοχὴ περισπᾶται. δεξαμένη· ἡ ὑποδεξαμένη παροξύνεται, δεξαμενή· τὸ δοχεῖον, ἡ λίμνη ὀξυτόνως. δῆμος· ὁ ὄχλος προπερισπᾶται, ξημός· τὸ λίπος ὀξυτόνως. Δίνων· τὸ κύριον, δινῶν· ἡ μετοχὴ περισπᾶται. δίνη· ἡ συστροφὴ τοῦ ὕδατος παροξύνεται, δεινή· ἡ κακοῦργος ὀξύνεται. Δολίχη· πόλις Πιερίας παροξύνεται, δολιχή· ἡ μακρὰ ὀξυτόνως. Δοκίμειον· πόλις Φρυγίας, δοκιμεῖον· τὸ δόκιμον προπερισπᾶται παρὰ Πτολεμαίῳ. δολιχός· τὸ ἐπιθετικόν, μακρός, δόλιχος· τὸ ὄσπριον καὶ ὁ τόνος. δῆλος· ὁ φανερός, δειλός· ὁ φοβούμενος. δῖνος· τὸ ποτήριον καὶ εἶδος ὀρχήσεως, δεινός· ὁ δυνατός. Διογένης· τὸ κύριον, διογενής· ὁ εὐγενής. δόκος· ἡ δόκησις καὶ ἡ ἀγχόνη παροξυτόνως, δοκός· τὸ ξύλον ὀξυτόνως. Δρύμος· τὸ κύριον, δρυμός· τὸ προσηγορικόν.