Ancient Greek · ~2 min
1 to 11
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-59-11
Not analysed yet
Ἱέρων· τὸ κύριον, ἱερῶν· ὁ ἀνατεθημένος, ἡ μετοχή. Ἵππων· τὸ κύριον, ἱππών· τὸ περιεκτικόν. ἰδοῦ· τὸ ῥῆμα τὸ προστακτικὸν σημαῖνον θεάσαι, ἰδού· τὸ ἐπίρρημα. Ἴρος· ὁ προσαίτης, ἱρός· ὁ θαυμαστός. Ἴων· τὸ κύριον, ἰών· ὁ πορευόμενος, ἰῶν· ὁ ἰοῦ ἀνάμεστος. Ἴνδος· ὁ ποταμὸς Ἰνδίας, Ἰνδός· τὸ ἐθνικόν. ἱδρύμενος· ὁ ἑδραζόμενος, ἱδρυμένος· ὁ ἀφιερωθεὶς παροξύνεται. ἴον· τὸ ἄνθος, ἰόν· τὸ πορευόμενον. Ἴσχυς· τὸ κύριον, ἰσχύς· τὸ προσηγορικόν. ἴρις· ἡ πεποικιλμένη, ἰρίς· τὸ μυρεψικὸν εἶδος. Ἰωνία· ἡ χώρα, ἰωνιά· ὁ τόπος τῶν ἴων.