Ancient Greek · ~5 min
1 to 27
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-60-27
Not analysed yet
κάλως· ἡ σχοῖνος, καλός· τὸ ἐπιθετικόν. κάη· ἡ ἀσθένεια ἡ κακή, κακή· τὸ ἐπίθετον, ἡ πονηρά. καθαίρων· ὁ ἀφανίζων, καθαιρῶν· ὁ καταστρέφων. καθαίρω· τὸ καθαρίζω, καθαιρῶ· τὸ ἀφανίζω. κάμπη· ὁ σκώληξ τῶν λαχάνων, καμπή· ἀπόκαμψις. Κάνθος· τὸ κύριον, κανθός· ἡ θρὶξ τοῦ βλεφάρου. Καίνη· πόλις τῆς Πελοποννήσου· ἔστι δὲ καὶ ἀκρωτήριον Αἰολίδος, καινή· ἡ νέα. Κρῖος· τὸ κύριον, κριός· τὸ προσηγορικόν. Κουρίκος· πόλις Κιλικίας, κουρικός· τὸ ξύλινον σκεῦος. Κάλως· τὸ κύριον, καλῶς· τὸ μεσότητος ἐπίρρημα. Κήρ· ἡ θανατικὴ μοῖρα ὀξυτόνως, κῆρ· ἡ ψυχὴ περισπᾶται. κόμπος· ἡ ἀλαζονία, κομπός· ὁ ἀλαζών. κίων· ὁ στῦλος, κιών· πορευθείς. Καλεῖτος· τὸ κύριον, καλειτός· τὸ ἐπίθετον. Κίρρα· πόλις Φωκίδος, κιρρά· ἡ πυρροειδής. Κῆρος· ὁ ποταμὸς Ἀρμενίας, κηρός· ὁ συνεγνωσμένος. Κόμων· τὸ κύριον· γέγονεν δὲ οὗτος ἱστορικὸς ὃς ἐξέθετο ἱστορίας, κομῶν· ὁ κοσμῶν. Κούριον· πόλις Κύπρου, κουρεῖον· τόπος ἐν ᾧ κείρονται. Κόρονος· τὸ ὄρος, κορονός· ὁ ἀγκών. Κρότων· ἡ πόλις καὶ τὸ ζῶον, κροτῶν· ἡ μετοχή. κρίνων· ὁ δοκιμάζων, κρινῶν· ὅπου τὰ κρίνα. κύριος· ὁ δεσπότης, Κυριός· τόπος Μακεδονίας. κύων· τὸ ζῷον, κυῶν· ἡ μετοχή. κύρτος· τὸ ἁλιευτικὸν πλέγμα, κυρτός· τὸ ἐπίθετον, ὁ κεκαμμένος. Καλλισθένης· τὸ κύριον, καλλισθενής· τὸ ἐπίθετον. κρίνω· ὁ ἐνεστῶς, κρινῶ· ὁ μέλλων. κρότων· τὸ προσηγορικόν, κροτῶν· ἡ μετοχή.