Ancient Greek · ~2 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-62-10
Not analysed yet
μένω· ὁ ἐνεστώς, μενῶ· ὁ μέλλων. Μύλλος· τὸ κύριον· οὗτος δὲ α μίλτῳ τὸ πρόσωπον ἐχρίσατο, μυλλός· ὁ διεστραμμένος τὰς ὄψεις. Μάκρον· ἀκρωτήριον Σικελίας, μακρόν· τὸ ἐπίθετον. Μελιτίνη· τὸ κύριον, Μελιτινή· τὸ ἐθνικόν. μείων· ὁ μικρός, μειῶν· ὁ ἐλαττῶν. μηδίκη· ὁ χόρτος, Μηδική· ἡ Περσική. μύω· τὸ καμμύω τὰ βλέφαρα, μυῶ· τὸ διδάσκω. Μύρων· τὸ κύριον καὶ ἡ πόλις, μυρῶν· μυρίζων. μύρια· ὁ ἀριθμός, μυρία· τὰ πολλά. μόνη· τὸ τριγενές, μονή· ἡ καταμονὴ καὶ τὸ μοναστήριον.