Ancient Greek · ~3 min
1 to 17
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-61-17
Not analysed yet
Λάμπρα· ὄνομα, πόλεως, λαμπρά· ἡ ἐπίσημος. Λάθων· ποταμὸς Πενταπόλεως, λαθών· ἡ μετοχή. λάρος· τὸ ὄρνεον, λαρός· ὁ ἡδύς. λακών· ἡ μετοχή, Λάκων· τὸ ἐθνικόν. Λεύκη· νῆσος τῆς Μυσίας καὶ κώμη Ἀραβίας, λευκή· τὸ ἐπίθετον. Λέπτη· ἡ ἄκρα Αἰγύπτου, λεπτή· τὸ ἐπίθετον. Λιπάρη· νῆσος Σικελίας, λιπαρή· ἡ εὔστροφος. λιθότομος· ὁ ὑπὸ λίθου τμηθείς, λιθοτόμος· ὁ τέμνων λίθους. Λήναιος· τὸ κύριον, Ληναῖος· ὁ Διόνυσος. Λυσίας· ὁ Ἀθηναῖος ῥήτωρ, Λυσιάς· πόλις Ἀρκαδίας. Λῶτος· τὸ κύριον, λωτός· τὸ ἄνθος. λῶβος· ἐπὶ τοῦ ὀσπρέου τοῦ †φασουλῶδες, λωβός· τὸ ἐπίθετον ὀξύνεται· σημαίνει δὲ τὸ πάθος. Λάγος· τὸ κύριον, λαγός· τὸ ζῷον. λάβε· ἡ κοινὴ διάλεκτος, λαβέ· ἡ Ἀτθίς. λάβῃ· δέξηται, λαβή· ἡ πρόφασις. λόγιον· τὸ μάντευμα, λογῖον· τὸ τοῦ θεάτρου. λώβη· βλάβη, λωβή· ἡ ἐπταισμένως διαλεγομένη.