Ancient Greek · ~2 min
1 to 9
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-65-9
Not analysed yet
ὅμως· τὸ ἐναντιωματικόν, ὁμῶς· τὸ ὁμοίως. ὅμοιος· ἐπὶ τοῦ καταλογάδην, ὁμοίως· ἐπὶ τῶν ἐπῶν. ὄρος· τὸ προσηγορικόν, ὁ μέγας λίθος, ὀρός· ἡ ὑποστάθμη τοῦ γάλακτος. Ὄρθος· τὸ κύριον· ἔστιν δὲ ὄνομα κυνός, ὀρθός· ἴσος. ὅρμος· ὁ λιμήν, ὁρμός· ὁ περιτραχήλιος κόσμος. οἶος· ὁ μόνος, οἷος· τὸ ὁποῖος, Οἰός· ὁ δῆμος τῆς Ἀττικῆς. οὔκουν· οὐδαμῶς, οὐκοῦν· ὁ σύνδεσμος. Ὄφλων· Ὄφλονες ἔθνος Ἀρμενίας, ὀφλῶν· ἡ μετοχή. ὅλος· τὸ τριγενές, ὀλός· τὸ τῆς σιπίας βάμμα.