Ancient Greek · ~6 min
1 to 30
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-66-30
Not analysed yet
Πάλλας· τὸ κύριον, Παλλάς· ἡ θεά. Πάν· ὁ περὶ τὸν Διόνυσον δαίμων, τὸ ζῶον, πᾶν· τὸ οὐδέτερον. παίων· ὁ τύπτων, παιῶν· τὸ πολεμικὸν μέλος. πηρός· ὀξυτόνως μὲν τὸν πεπηρωμένον καὶ βεβλαμμένον τὴν διάνοιαν, τόν τε ἐνεὸν καὶ ἄφωνον, πῆρος· προπερισπωμένως ὁ τυφλός. πόρδαλις· ὁ ἄρσην, πάρδαλις· ἡ θήλεια· ὁ μὲν ἀπὸ τοῦ προάλλεσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλλεσθαι. πεύκινος· ἀπὸ τοῦ ξύλου πεύκης, Πευκίνος· τὸ ἐθνικὸν ὄνομα. πείνων· ὁ πείνων ποτέ, πεινῶν· ὁ πεινάλεος. πείρω· κεντῶ, τιτρώσκω, πειρῶ· πειράζω. Πολέμων· τὸ κύριον, πολεμῶν· ἡ μετοχή. παλαίων· ἀγωνιῶν, παλαιῶν· ἀφανίζων. ποία· τὸ ἐρωτηματικόν, ποιά· ἡ ποιητική. ποῖον· τὸ ἐρωτηματικόν, πύον· τὸ ὑγρὸν τοῦ σώματος. πονήρος· ὁ μοχθηρός, πονηρός· ὁ κακός. πότος· τὸ συμπόσιον, ποτός· πόσιμος. πολυτόκος· ὁ πολλὰ γεννῶν παροξυτόνως, πολύτοκος· ὁ ὑπὸ πολλῶν γεννηθεὶς προπαροξύνεται. πλείων· τὸ συγκριτικόν, πλειών· ὁ ἐνιαυτός. Πύλαιος· τὸ κύριον, Πυλαῖος· ὁ ἀπὸ τῆς Πύλου Ἑρμῆς. Πύρρος· τὸ κύριον, πυρρός· ὁ ξανθὸς καὶ ὁ σῖτος. πορφύρα· τὸ ἱμάτιον, πορφυρᾶ· τὸ ἐπίθετον. Πλούτων· τὸ ὄνομα, ὁ Ἅδης, πλουτῶν· ἡ μετοχή. Πρασία· πόλις Πελοποννήσου, πρασιά· τὸ γεωργικὸν σχῆμα. Πελίας· τὸ κύριον, πελιάς· τὸ προσηγορικόν. πέρι· ἡ πρόθεσις ἀναστρέφουσα παροξύνεται, περί· οὐκ ἀναστρέφουσα ὀξύνεται. πατρῷος· τὸ κτητικόν, πατρωός· ὀξύνεται. πρών· †ἡ μετοχή† ὀξύνεται, πρῶν· τὸ ἤδη, πρώην περισπᾶται. πρωτόγονος· ὁ πρῶτος τεχθείς, πρωτογόνος· ἡ πρώτως τίκτουσα. παιδεία· ἡ παίδευσις, παιδειά· τὸ παίγνιον. Πρῶτος· τὸ κύριον, πρωτός· ὁ εἱμαρμένῃ ὑποπεπτωκώς. ποῖος· τὸ ἐρωτηματικόν, ποιός· ὁ πεποιημένος. Παρθενίκη· τὸ κύριον· ταύτῃ δὲ συγγενόμενος Ὠκεανὸς γεννᾷ Εὐρώπην καὶ Θράκην, παρθενική· ἡ παρθένος.