Ancient Greek
1 to 12
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-77-12
Not analysed yet
βασίλεια· ἡ βασιλὶς καὶ τὸ κύριον, βασιλεία· ἀρχή. βασίλεια· ἡ βασίλισσα, βασιλεία· ἡ τιμή. βάτος· ἡ ἄκανθα, βατός· ὁ βάσιμος τόπος. Βῆλος· τὸ κύριον, βηλός· οὐρανὸς καὶ ἀστήρ. Βίων· τὸ κύριον παροξύνεται· γέγονε δὲ οὗτος περιπατητικὸς ὁ ἄνθρωπος, <***>. βίος· ἡ ζωή, βιός· τὸ τόξον. βοῶν· ἡ μετοχή, βόων· ἡ φυλακή. βρότος· τὸ ἐκ τῆς μάχης μίασμα, βροτός· ὁ ἄνθρωπος. βροῦχος· τὸ ζῷον, Βρουχός· ὁ κῆρυξ, ἀπὸ τοῦ φωνεῖν. βρύον· ἡ μετοχή, βρυών· ὁ ἀττήλαβος. βλῆχρον· ἡ λεγομένη βοὴ καὶ βοτάνη, βληχρόν· τὸ ἀσθενές. Βαῖος· τὸ κύριον ὄνομα, ὁ τὴν Ἀλεξάνδρειαν γράψας, βαιός· ὁ μικρὸς καὶ ὀλίγος.