Ancient Greek · ~2 min
1 to 8
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-78-8
Not analysed yet
Γαλήνη· τὸ κύριον, ἡ τῆς θαλάσσης ἡσυχία, γαληνή· ἡ ἥσυχος. Γαλάτεια· τὸ κύριον· ἔστι δὲ ὄνομα Νηρεΐδος, Γαλατεία· ἡ χώρα. γαῦλος· ὁ εὐαπάτητος, γαυλός· τὸ ποιμενικὸν ἀγγεῖον εἰς ὃ δέχονται τὸ γάλα. Γλαῦκος· ὁ ἰχθὺς καὶ τὸ κύριον, γλαυκός· ὁ ὀφθαλμός. Γλαύκη· τὸ κύριον, γλαυκή· ἡ γλαυκόφθαλμος. Γέλων· <***>,γελῶν· ἡ μετοχή. γέλοιος· ὁ γελοποιός, γελοῖος· ὁ καταγέλαστος. Γεραῖος· τὸ ἐθνικόν, γεραιός· ὁ πρεσβύτης.