Ancient Greek · ~5 min
1 to 27
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-80-27
Not analysed yet
ἕξ· ὁ ἀριθμὸς δασύνεται, ἐξ· ἡ πρόθεσις ψιλοῦται. εἷς· ὁ ἀριθμὸς δασύνεται καὶ περισπᾶται, εἲς· ἡ πρόθεσις ψιλοῦται. ἔπι· ἡ πρόθεσις καθ' ὑπερβατὸν κειμένη παροξύνεται, οἷον τῆς γῆς ἔπι, ἐπί· ἡ πρόθεσις αὐτὴ ὅταν προτίθεται λέξεως ὀξυτόνως, οἷον ἐπὶ τῆς ψυχῆς. εἰδυῖα· ἡ ἐπισταμένη, <***>. εἴκων· ὁ πειθόμενος, εἰκών· ἡ γραφή. ἕκτος· ὁ ἀριθμός, ἐκτός· χωρίς. ἐλάσσων· ὁ μικρότερος, ἐλασσῶν· ὁ μειῶν, ἐλλείπων. ἔλευσις· ἡ ἄφιξις, Ἐλευσίς· πόλις Ἀττικῆς. Ἐλέων· τὸ ἐθνικόν, ἐλεῶν· ἡ μετοχή. ἐλάων· ὁ διώκων, ἐλαιών· τὸ περιεκτικόν. ἔλεος· ὁ οἶκτος, Ἐλεός· τὸ κύριον· ἔστι δὲ ποταμὸς τῆς Ἤλιδος. Ἔλπις· τὸ κύριον· γέγονε δὲ υἱὸς Ἀκέστου, ἐλπίς· τὸ θηλυκόν. ἐναντίον· ἐξ ἐναντίας, ἐνάντιον· ἐχθρῶδες. ἑνάς· ἡ μονὰς δασύνεται, ἐνάς· τὰ ἐννέα ψιλοῦται. ἐξαίρετον· τὸ ἐπίλεκτον, ἐξαιρετόν· τὸ ἀπόβλητον καὶ ἐκβαλλόμενον. ἐξαίρει· αὔξει, ἐξαιρεῖ· ῥύεται. Ἐπάρχια· τὸ κύριον, ἐπαρχία· ἡ τοποθεσία. ἕρμαιον· τὸ εὕρεμα, Ἑρμαῖον· τὸ τοῦ Ἑρμοῦ. Ἕρμαιος· ὁ λόφος, Ἑρμαῖος· τὸ ἐπιθετικόν. ἐρίνεος· ὁ τῆς ἀγρίας συκῆς καρπός, ἐρινεός· τὸ δένδρον. ἕτερος· ὁ ἄλλος, ἑταῖρος· ὁ φίλος. ἔχθρα· ἡ μάχη, ἐχθρά· ἡ πολεμία. Εὐπείθης· τὸ κύριον, εὐπειθής· ὁ πειθαρχικός. Εὐάνθης· τὸ κύριον, εὐανθής· ὁ εὐθαλής. Εὐσθένης· τὸ κύριον, εὐσθενής· ὁ ῥωμαλαῖος. εὐσεβῶν· τὸ περιεκτικόν, εὐσέβων· ἡ μετοχή. Εὐτύχια· τὸ κύριον, εὐτυχία· τὸ προσηγορικόν.