Ancient Greek · ~3 min
1 to 15
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-79-15
Not analysed yet
Δόλων· τὸ κύριον· γέγονε δὲ οὗτος Τροῶν †μετασκοποῦ, δολῶν· ἡ μετοχή. †Δαφνός†· τὸ κύριον, δάφνης· τὸ φυτόν. δόκος· ἡ δόκησις καὶ ἡ ἀγχόνη, δοκός· τὸ ξύλον. Δοκίμιον· πόλις Φρυγίας, δοκιμεῖον· τὸ δόκιμον. δόλιχος· τὸ ὄσπριον, δολιχός· τὸ ἐπιθετικόν. Δολίχη· ἡ νῆσος, δολιχή· ἡ †μάχθρα. δεξαμένη· ὑποδεξαμένη †καὶ τὸ κύριον†, δεξαμενή· τὸ δοχεῖον, ἡ λίμνη. δῆμος· ὄχλος, δημός· τὸ λίπος. Δίων· τὸ κύριον, διῶν· ὁ περιστρέφων, ἡ μετοχή. δίνη· ἡ συστροφὴ τοῦ ὕδατος, δεινή· ὁ κακοῦργος. δῖνος· τὸ ποτήριον καὶ εἶδος ὀρχήσεως, δεινός· ὁ δυνατὸς καὶ κακός. Διογένης· τὸ κύριον, διογενής· ὁ εὐγενής. δειλός· ὁ φοβούμενος, δῆλος· ὁ φανερός. Δείρη· πόλις ὑπὸ τὴν Αἴγυπτον Αἰθιοπίας, δειρή· ὁ τράχηλος. Δρύμος· τὸ κύριον, δρυμός· τὸ προσηγορικόν.