Ancient Greek · ~5 min
1 to 27
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-85-27
Not analysed yet
κάλος· ἡ σχοῖνος, καλός· τὸ ἐπιθετικόν. κάκη· ἡ ἀσθένεια, ἡ κακία, κακή· τὸ ἐπιθετικόν, ἡ πονηρά. καθαίρων· ὁ ἀφανίζων, καθαιρῶν· ὁ καταστρέφων. καθαίρω· καθαρίζω, καθαιρῶ· ἀφανίζω. κάμπη· ὁ σκώληξ, καμπή· ἀπόκαμψις. Κάνθος· τὸ κύριον· συνεστρατεύσατο δὲ οὗτος τοῖς Ἀργοναύταις, κανθός· ἡ θρὶξ τοῦ βλεφάρου. Καίνη· πόλις τῆς Πελοπονήσου· ἔστι δὲ καὶ ἀκρωτήριον τῆς Αἰολίδος, καινή· ἡ νέα. Καλισθένης· τὸ κύριον, καλισθενής· τὸ ἐπίθετον. Κάλως· τὸ κύριον, καλῶς· τὸ μεστότητος ἐπίρρημα. κόμπος· ἡ ἀλαζονία, κομπός· ὁ ἀλαζών. Καλεῖτος· τὸ κύριον, καλειτός· τὸ ἐπίθετον. Κῆρος· ὁ ποταμὸς Ἀρμενίας, κηρός· ὁ συνεγνωσμένος. κήρ· ἡ θανατικὴ μοῖρα ὀξύνεται, κῆρ· ἡ ψυχὴ περισπᾶται. κίων· ὁ στῦλος, κιών· πορευθείς. Κίρρα· πόλις Φωκίδος, κιρρά· ἡ πυρροειδής. Κόμμων· τὸ κύριον· γέγονε δὲ οὗτος ἱστορικὸς ὃς ἐξέθετο ν ἱστορίας, κομμῶν· κοσμῶν. Κούρικος· πόλις Κιλικίας, κουρικός· τὸ ξύλινον σκεῦος. Κούριον· πόλις Κύπρου, κουρεῖον· τόπος ἐν ᾧ κείρονται. Κόρονος· τὸ ὄρος, κορονός· ὁ ἀγκών. Κρότων· ἡ πόλις, τῶν ζῴων, κροτῶν· ἡ μετοχή. κρίνων· ὁ δοκιμάζων, κρινῶν· ὅπου τὰ κρίνα. κρίνω· ὁ ἐνεστώς, κρινῶ· ὁ μέλλων. Κρῖος· τὸ κύριον, κριός· τὸ προσηγορικόν. κρότων· προσηγορικῶς, κροτῶν· ἡ μετοχή. κύριος· ὁ δεσπότης, Κυριός· τόπος Μακεδονίας. κύων· τὸ ζῷον, κυῶν· ἡ μετοχή. κύρτος· τὸ ἁλιευτικὸν πλέγμα, κυρτός· τὸ ἐπιθετικόν, κεκαμμένον.