Ancient Greek · ~3 min
1 to 17
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-86-17
Not analysed yet
Λάμπρα· ὄνομα πόλεως, λαμπρά· ἡ φαιδρά. Λάθων· ποταμὸς Πενταπόλεως, λαθῶν· ἡ μετοχή. Λάγος· τὸ κύριον, λαγός· τὸ ζῷον. λάρος· τὸ ὄρνεον, λαρός· ὁ ἡδύς. λακών· ἡ μετοχή, Λάκων· τὸ ἐθνικόν. λάβε· ἡ κοινὴ διάλεκτος, λαβέ· ἡ Ἀτθίς. λάβῃ· δέξηται, λαβή· ἡ πρόφασις. Λεύκη· νῆσος τῆς Μυσίας καὶ κώμη Ἀραβίας, λευκή· τὸ ἐπίθετον. Λέπτη· †ὁ κρατῶν† Αἰγύπτου, λεπτή· ἡ ἀστία τῶν σωμάτων. λιπαρή· ἡ εὔτροφος, Λιπάρα· νῆσος Σικελίας· γίνεται δὲ καὶ Λίπαρις. λιθότομος· ὁ ὑπὸ λίθου τμηθείς, λιθοτόμος· ὁ τέμνων λίθους. Λίναιος· τὸ κύριον, Λιναῖος· ὁ Διόνυσος. Λύσιας· πόλις Ἀρκαδίας, Λυσίας· Ἀθηναῖος ῥήτωρ. λόγιον· τὸ μάντευμα, λογίον· τὸ τοῦ θεάτρου. Λῶτος· τὸ κύριον καὶ τὸ δένδρον, λωτός· τὸ ἄνθος. λῶβος· ἐπὶ τοῦ ὀσπρίου, τοῦ φασιλώδους, λωβός· τὸ ἐπιθετικὸν ὀξύνεται· σημαίνει δὲ τὸ πάθος. λώβη· βλάβη, μῶμος, ὕβρις, λωβή· ἡ ἐπταισμένως διαλεγομένη.