Ancient Greek · ~2 min
1 to 10
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-87-10
Not analysed yet
Μάκρον· ἀκρωτήριον σημαίνει, μακρόν· τὸ ἐπίθετον. μένω· ὁ ἐνεστώς, μενῶ· ὁ μέλλων. Μελιτίνη· τὸ κύριον, Μελιτινή· τὸ ἐθνικόν. μείων· ὁ μικρός, μειῶν· ὁ ἐλαττῶν. μηδίκη· ὁ χόρτος, Μηδική· ἡ Περσική. μύω· καμμύω τὰ βλέφαρα, μυῶ· διδάσκω. Μύρων· τὸ κύριον καὶ ἡ πόλις, μυρῶν· μυρίζων. μυρία· πολλά, μύρια· ὁ ἀριθμός. Μύλλος· τὸ κύριον· οὗτος δὲ α μίλτῳ τὸ πρόσωπον ἐχρίσατο, μυλλός· ὁ διεστραμμένος τὰς ὄψεις. μόνῃ· τὸ τριγενές, μονή· ἡ κατανομή, μονή· τὸ μοναστήριον.