Ancient Greek · ~2 min
1 to 9
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-90-9
Not analysed yet
ὅμως· ὁ ἐναντιωματικός, ὁμῶς· ὁμοίως. ὅμοιος· ἐπὶ τοῦ καταλογάδην, ὁμοίως· ἐπὶ τῶν ἐπῶν. ὅλος· τὸ τριγενές, ὀλός· τὸ τῆς σηπίας βάμμα. ὄρος· προσηγορικῶς ὁ †μεγέθης† λίθος, ὀρός· ἡ ὑποστάθμη τοῦ γάλακτος. Ὄρθος· τὸ κύριον· ἔστι δὲ ὄνομα κυνός, ὀρθός· ἴσος. ὅρμος· ὁ λιμήν, ὁρμός· ὁ περιτραχήλιος κόσμος. οἶος· ὁ μόνος, Οἰός· ὁ δῆμος τῆς Ἀττικῆς, οἷος· τὸ ὁποῖος. οὔκουν· οὐδαμῶς, οὐκοῦν· ὁ σύνδεσμος. Ὄφλων· Ὄφλονες ἔθνος Ἀρμενίας, ὀφλῶν· ἡ μετοχή.