Ancient Greek · ~5 min
1 to 27
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-91-27
Not analysed yet
Πάλλας· τὸ κύριον, Παλλάς· ἡ θεά. Πᾶν· ὁ περὶ τὸν Διόνυσον δαίμων, τὸ ζῷον, πάν· τὸ οὐδέτερον ὀξύνεται. πατρῷος· τὸ κτητικόν, πατρῳός· ὀξύνεται. παίων· ὁ τύπτων, παιών· τὸ πολεμικὸν †βέλος†. πεύκινος· ἀπὸ τοῦ πευκίνου ξύλου, Πευκίνος· τὸ ἐθνικὸν ὄνομα. πίνων· ὁ πίνων ποτέ, πινῶν· ὁ πιναλαῖος. πείρω· κεντῶ, τιτρώσκω, πειρῶ· πειράζω. Πελείας· τὸ κύριον, πελειάς· τὸ προσηγορικόν. πέρι· ἡ πρόθεσις ἀνατρέφουσα, περί· οὐκ ἀναστρέφουσα ὀξύνεται. παιδεία· ἡ παίδευσις, παιδιά· τὸ παίγνιον. Πολέμων· τὸ κύριον, πολεμῶν· ἡ μετοχή. παλαίων· ἀγωνιῶν, παλαιῶν· ἀφανίζων. ποῖα· τὸ ἐρωτηματικόν, ποιά· ἡ ποιητική. ποῖον· τὸ ἐρωτηματικόν, ποιόν· τὸ ὑγρόν. πονήρος· ὁ μοχθηρός, πονηρός· ὁ κακός. πότος· τὸ συμπόσιον, ποτός· πόσιμος. πλείων· τὸ συγκριτικόν, πλειών· ὁ ἐνιαυτός. Πλούτων· τὸ ὄνομα, ὁ Ἅδης, πλουτῶν· ἡ μετοχή. Πύλαιος· τὸ κύριον, Πυλαῖος· ὁ ἀπὸ τῆς Πύλου. Πύρρος· τὸ κύριον, πυρρός· ὁ ξανθός καὶ ὁ σῖτος. πορφύρα· τὸ ἱμάτιον, πορφυρᾶ· τὸ ἐπίθετον. ποῖος· τὸ ἐρωτηματικόν, ποιός· ὁ πεποιημένος. Παρθενίκη· τὸ κύριον· ταύτῃ δὲ συγγενόμενος Ὠκεανὸς τὴν Εὐρώπην καὶ Θράκην <*>,παρθενική· ἡ παρθένος. Πρασία· πόλις Πελοπονήσου, πρασιά· τὸ γεωργικὸν σχῆμα. πρών· †ἡ μετοχὴ† ὀξύνεται, πρῶν· τὸ ἤδη, πρώην γάρ. πρωτόγονος· ὁ πρῶτος τεχθείς, πρωτογόνος· ἡ α τίκτουσα. Πρῶτος· τὸ κύριον, πρωτός· ὁ εἱμαρμέναις ὑποπεπτωκώς.