Ancient Greek · ~3 min
1 to 16
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-93-16
Not analysed yet
σαρῶν· ὁ κοσμῶν γῆν, Σάρων· δαίμων θαλάττιος, ἀφ' οὗ †Σαρώνιος ὁ πελάγους†. σκόπος· ὄρνεον, σκοπός· ὑψηλὸς τόπος ἐν ᾧ πορεύει. Σίμων· τὸ κύριον, σιμῶν· ἡ μετοχή. Σίνων· τὸ κύριον, σινῶν· ὁ βλάπτων. σίμος· ὁ ἰχθύς, σιμός· τὸ ἐπίθετον. Σιρινή· χώρα Σκυθίας, Σιρίνη· τὸ ἐθνικόν. Σιγηλός· τὸ κύριον ὄνομα, σιγήλος· ὁ σιωπηλός. Σιρική· τὸ ἐθνικόν, Σιρίκη· πόλις. σπάθη· τὸ ξίφος, σπαθή· †ἡ ἐπαρμένη†. Σπάρτη· τὸ κύριον, σπαρτή· ἡ ἐσπαρμένη. σταφύλη· τεκτονικὸν σκεῦος, σταφυλή· ἡ κιονὶς καὶ ὁ καρπός. στρατεῖα· τὸ ἀξίωμα, στρατειά· τὸ πολεμικὸν πλῆθος. στένων· στενάζων, στενῶν· στενοχωρῶν. στίλβον· τὸ λάμπον, στιλβόν· τὸ λαμπρόν. συνεργός· βοηθός, σύνεργος· ὁ συντεχνίτης καὶ συγκάμνων. †σχέδιον· τὸ κύριον†, σχέδιον <***>.