Ancient Greek · ~3 min
1 to 17
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-94-17
Not analysed yet
Τίμων· τὸ κύριον, τιμῶν· ἡ μετοχή. τίνες· τὸ ἐρωτηματικόν, τινές· τὸ διηγηματικὸν ἤγουν τὸ ἀόριστον. τένων· ὁ τράχηλος, τενῶν· ἡ μετοχή. τόμος· ὁ χάρτης, τομός· ὁ τμητικός. τελέσκοπος· ὁ πόρρωθεν βλεπόμενος, τελεσκόπος· ὁ πόρρωθεν βλέπων. τί φῶν· τί λέγων, Τιφῶν· θηρίον. Τεῦκρος· τὸ κύριον, Τευκρός· τὸ ἐθνικόν. τρίτων· τὸ προσηγορικόν, τριτῶν· ἡ μετοχή. τρόχος· εἶδος παιγνίου, ὁ τρεχόμενος, τροχός· ὁ κύκλος, ὁ τρέχων. τρεῖς· ὁ ἀριθμός, τρίς· τὸ ἐπίρρημα τοῦ ἀριθμοῦ. τυράς· τυροπώλης, Τύρας· τὸ κύριον. Τρύφων· τὸ κύριον, τρυφῶν· ἡ μετοχή. Τύρος· ἡ πόλις, τυρός· γάλα πεπηγός. Τύχων· ὄνομα δαίμονος, τυχών· ὁ ἐπιτυχών. Τύχων· ὁ περὶ τὴν Ἀφροδίτην θεός, τυχών· ἡ μετοχή. τύφων· ὁ καίων, Τυφῶν· ὁ δράκων. Ταρσός· χώρα Κιλικίας, τάρσος· ὁ κτὶς τοῦ ποδός.