Ancient Greek
Volume 13,3
Joannes Philoponus Phil., In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL) 3.Page xxix.1
Not analysed yet
τρία οὖν ταῦτα ζητεῖ περὶ ὁρισμῶν· πρῶτον μὲν εἰ ἔστιν ὁρισμοῦ ἀπόδειξις, δεύτερον δὲ εἰ ἔστιν ὁρισμὸς ὁρισμοῦ, τρίτον τίνων μὲν εἰσὶν ὅροι, τίνων δὲ οὐκ εἰσί. δείκνυσι γὰρ ὅτι οὔτε τῶν γενικωτάτων γενῶν εἰσὶν ὁρισμοὶ οὔτε τῶν ἀτόμων ἀλλὰ μόνων τῶν ὑπαλλήλων. τῶν μὲν γὰρ γενικωτάτων γένος οὐκ ἔστι, καὶ διὰ τοῦτο οὐδὲ ὁρισμός· οἱ γὰρ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν λαμβάνονται. τοῦ δὲ ἀτόμου ὁρισμὸς οὐκ ἔστιν, ἐπειδὴ οὐδὲ γένος· ὁ γὰρ ἄνθρωπος οὐκ ἔστι τοῦ Πλάτωνος γένος, ἀλλ' εἶδός ἐστιν εἰδικώτατον· οὐδὲ γὰρ κατὰ διαφερόντων τῷ εἴδει κατηγορεῖται ὁ ἄνθρωπος ἀλλὰ κατὰ διαφερόντων τῷ ἀριθμῷ. περὶ μὲν οὖν τῶν τριῶν τούτων προβλημάτων διαλέγεται ἐν τῷ προκειμένῳ βιβλίῳ. καὶ ἐπειδὴ αἱ προτάσεις αἴτιαι τῶν συμπερασμάτων εἰσίν, ἀνάγκη τρέχειν εἰκότως καὶ ἐπὶ τὰ τῶν προτάσεων αἴτια. καὶ συγκρίνει ταῦτα δεικνὺς ὅτι ποτὲ καὶ ἀντιπεπονθότως ἔχει πρὸς ἄλληλα ταῦτα τὰ αἴτια, ὥσπερ τὸ ποιητικὸν αἴτιον τῷ τελικῷ αἰτίῳ. τὸ μὲν γὰρ ποιητικὸν προηγεῖται, ὡς καὶ ἐπὶ τῶν τεχνητῶν ὁρῶμεν· οἷον ὁ οἰκοδόμος τῆς οἰκίας προηγεῖται. τὸ δὲ τελικὸν αἴτιον ἐπακολουθεῖ· τῷ γὰρ γάμῳ ἐπακολουθοῦσιν οἱ παῖδες. οὐκ ἀπεικὸς δέ ἐστι τοῦ αὐτοῦ ποτε ποιητικὴν καὶ τελικὴν αἰτίαν ἀποδιδόναι· οἷον τῆς οἰκίας ποιητικὴ αἰτία ὁ οἰκοδόμος, τελικὴ δὲ διότι αὕτη σκέπασμά ἐστιν ὄμβρων κωλυτικόν. ποτὲ δέ, φησί, καὶ ὑλικὴν καὶ τελικὴν αἰτίαν ἐξὸν ἅμα τοῦ αὐτοῦ ἀποδιδόναι ἐπὶ τῶν συμπερασμάτων. τοῦτο γὰρ καὶ ἐπὶ τῶν φυσικῶν ὁρῶμεν, ὥσπερ ἐπὶ τῶν ὀδόντων, ὅτι τοὺς μὲν ἐποίησεν ἡ φύσις ὀξεῖς, οἷον τοὺς ἐμπροσθίους, τοὺς δὲ ἀμβλεῖς, οἷον τοὺς λεγομένους κυνώδοντας. ἐξὸν οὖν τῆς τοιαύτης φυσικῆς δημιουργίας ὑλικὴν μὲν αἰτίαν ἀποδιδόναι, ὅτι οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς εἰσι διὰ τὸ ὀλίγην εἶναι τὴν ὑποκειμένην ὕλην (φατνία γὰρ λέγεται τὰ περὶ αὐτοὺς περισσώματα), οἱ δὲ κυνώδοντες ἀμβλεῖς διὰ τὴν ὑποκειμένην ὕλην πλείονα οὖσαν τῆς κατὰ τοὺς ἐμπροσθίους. ἐξὸν δὲ καὶ τελικὴν αἰτίαν εἰπεῖν, ὅτι τοὺς μὲν ἐποίησεν ἡ φύσις πρὸς τὸ κατατέμνειν, οἷον τοὺς ἐμπροσθίους, διὸ καὶ ὀξεῖς λέγονται, τοὺς δὲ πρὸς τὸ καταλεαίνειν τὰ σιτία, οἷον τοὺς λεγομένους κυνώδοντας. καὶ ταῦτα μὲν ἐν τούτοις. ἀλλ' ἐπειδὴ τεσσάρων προβλημάτων ὄντων, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν, εἰρήκαμεν δὲ ὅτι τὰ μὲν δύο πρῶτα, τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, περὶ ὅρων ζήτησιν καταγίνονται, τὰ δὲ τελευταῖα περὶ προτάσεων, ἐνίστανταί τινες μήποτε καὶ τὰ πρῶτα δύο προτάσεών εἰσι ζητητικά· ζητοῦμεν γὰρ εἰ τῶν ὄντων ἐστὶν ἡ ψυχὴ καὶ τί ἐστιν ἡ ψυχὴ καὶ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν. εἰ ἕκαστον οὖν, φασί, τούτων προτάσεώς ἐστι ζητητικόν, τίς ἂν εἴη τούτων ἡ διαφορά; ῥητέον τοίνυν ὅτι τὸ μὲν εἰ ἔστιν ὑποκειμένου ἐστὶ ζήτησις, τὸ δὲ τί ἐστι κατηγορουμένου, οἷον ὅτι ἀθάνατος, ὅπερ ἐστὶ κατηγορούμενον· περὶ κατηγορουμένου γὰρ ἔχει τὴν ζήτησιν· τὸ γὰρ ἀθάνατον τῆς ψυχῆς κατηγορεῖται ὡς καθολικώτερον. τὸ δὲ διὰ τί