Ancient Greek
Volume 13,3
Joannes Philoponus Phil., In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL) 3.Page xxviii
Not analysed yet
εἰ δὲ συνθεὶς ἀμφότερα εἴπω ὅτι βροντή ἐστι νεφῶν ψόφος διὰ πυρὸς ἀπόσβεσιν, οὗτος λέγεται ἀπὸ τοῦ συναμφοτέρου ὁρισμός, τὸ μὲν ἔχων ἀπὸ τῆς ὕλης τὸ δὲ ἀπὸ τοῦ εἴδους. καὶ γὰρ ἐπὶ τῆς βροντῆς προηγεῖται ἡ πληγὴ τῆς τοῦ πυρὸς ἀποσβέσεως· μετὰ γὰρ τὴν πληγὴν τῶν νεφῶν ἡ ἀστραπὴ ἐπιγίνεται· ἀλλ' ἡ ὄψις ὡς ἀξιωματικωτέρα οὖσα τῆς ἀκοῆς καὶ ἀχρόνως ἐνεργοῦσα τῆς ἀκοῆς προλαμβάνει τὰ δίκαια· πρῶτον μὲν γὰρ ὁρῶμεν τὴν ἀστραπήν, εἶθ' οὕτως ἡ ἀκοὴ τῆς πληγῆς τῶν νεφῶν ἀντιλαμβάνεται. οὕτως δ' ἔχει καὶ ἐπὶ τοῦ ὁρισμοῦ τοῦ θυμοῦ· ἐρωτώμενοι γὰρ τί ἐστι θυμός, φαμὲν ‘ξέσις τοῦ περὶ καρδίαν αἵματος’· καὶ γὰρ ἑπόμενόν ἐστι τῷ θυμῷ ἡ ξέσις τοῦ περὶ καρδίαν αἵματος. εἰ δέ γε εἴπω ‘θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως’, ἀπὸ τοῦ εἴδους ἐστὶν ὁ τοιοῦτος ὁρισμός· σκοπὸς γὰρ τοῦ θυμουμένου ἀντιλυπῆσαι τὸν ἀδικήσαντα· διὰ τοῦτο γὰρ θυμούμεθα. εἰ δέ γε εἴπω ‘θυμός ἐστι ξέσις τοῦ περὶ καρδίαν αἵματος δι' ὄρεξιν ἀντιλυπήσεως’, ἀπὸ τοῦ συναμφοτέρου ὁ τοιοῦτος ὁρισμός. ὥστε οὖν τὸ τί ἐστι διττόν, ἢ ἀπὸ τῆς ὕλης ἢ ἀπὸ τοῦ εἴδους. καὶ ἐν τούτοις ἡ προκειμένη πέρας ἀπείληφε θεωρία. Ἐπειδὴ μεμαθήκαμεν τὰ περὶ τῶν τεσσάρων προβλημάτων, φημὶ δὴ τοῦ εἰ ἔστι, τοῦ τί ἐστι, τοῦ ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι, φέρε δὴ ἀκολούθως καὶ τὸν σκοπὸν τοῦ βιβλίου ζητήσωμεν. σκοπὸς γὰρ τοῦ βιβλίου περὶ ὁρισμοῦ· τοῦτο δέ, διότι περὶ ἀποδείξεως ὁ σκοπός, αἱ δὲ κυρίως ἀποδείξεις ἐκ τῶν καθ' αὑτὰ τοῖς πράγμασιν ὑπαρχόντων λαμβάνονται. δύο δέ εἰσι τοῦ καθ' αὑτὸ οἱ τρόποι, ὡς εἴρηται, ἢ ὅτε ἐν τῷ ὅρῳ τὸ ὑποκείμενον συμπαραλαμβάνεται (ὁριζόμενοι γὰρ τὴν σιμότητά φαμεν κοίλανσιν ἐν ῥινί, καὶ τὸ ὑποκείμενον τῇ σιμότητι, φημὶ δὴ τὴν ῥῖνα, ἐν τῷ ὁρισμῷ συμπαραλαμβάνομεν), ἢ ὅτε αὐτὸ τὸ γένος ἐν τῷ ὁρισμῷ εἰσάγεται. ὥσπερ τυχὸν ὁριζόμενοι τὸ ἄρτιόν φαμεν ἄρτιον ἀριθμὸν εἶναι τὸν δίχα διαιρούμενον· ἰδοὺ γὰρ σκοπὸν ἔχοντες τὸ ἄρτιον ὁρίσασθαι παρελάβομεν τὸ τοῦ ἀρτίου γένος, τὸν ἀριθμόν. διότι οὖν ἀποδεικτικὴ ἡ πραγματεία, αἱ δὲ κυρίως ἀποδείξεις ἐκ τῶν καθ' αὑτὸ τοῖς πράγμασιν ὑπαρχόντων λαμβάνονται, δύο δὲ τοῦ καθ' αὑτὸ τρόποι καὶ ἐν ἑκατέρῳ σημαινομένῳ ὁρισμοῦ δεόμεθα, τούτου χάριν νῦν περὶ ὁρισμῶν διαλέγεται. χρειώδης γάρ ἐστιν ἡ ὁριστικὴ πρὸς τὴν ἀπόδειξιν, οὐ τοῦτό μου λέγοντος, ὅτι ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις. οὐδὲ γὰρ ἐπὶ πάντων συντρέχει τοῦτο· οὐδὲ γάρ, εἰ βουληθείην δεῖξαι τοῦ τριγώνου τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας, τοῦτο διὰ τοῦ ὁρισμοῦ δείκνυται τοῦ τριγώνου. οὗτος οὖν ἐστιν ὁ σκοπὸς τοῦ βιβλίου, τὸ περὶ ὁρισμοῦ διαλαβεῖν, οὐ κατὰ πρῶτον λόγον τῆς προθέσεως ταύτης, φημὶ δὴ τῆς περὶ ὁρισμοῦ, προκειμένης. ἐν γὰρ τῷ ζʹ τῆς Μετὰ τὰ φυσικὰ κατὰ πρῶτον λόγον περὶ ὁρισμῶν διαλέγεται, καὶ καταδαπανᾶται ὅλον τὸ βιβλίον ἐν τῇ περὶ ὁρισμῶν διδασκαλίᾳ.