Ancient Greek
Volume 13,3
Joannes Philoponus Phil., In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL) 3.Page xxvii
Not analysed yet
Ἵνα τῷ σκοπῷ τοῦ προκειμένου βιβλίου παρακολουθήσωμεν καὶ τῇ γριφώδει ταύτῃ τοῦ ῥητοῦ ἀπαγγελίᾳ, φέρε ὥσπερ κοινὰ θεμέλια τῆς τοῦ ῥητοῦ ἐξηγήσεως προλάβωμεν τὰ περὶ τῶν δʹ διαλεκτικῶν. τέσσαρα γάρ ἐστι τὰ προπαρακείμενα ἀλλήλοις, τί ἐστιν, εἰ ἔστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι· ταῦτα γὰρ ἐπὶ τῆς τελείας τοῦ διδασκομένου διδασκαλίας προπαραλαμβάνεται, οἷον εἰ ἔστιν ἡ λογικὴ ψυχὴ καὶ τί ἐστι. τούτων δὲ τῶν τεσσάρων προβλημάτων ἁπλούστερα τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, συνθετώτερα δὲ τὸ διὰ τί ἐστι καὶ τὸ ὁποῖόν τί ἐστιν. ἢ γὰρ ὅρου ἐστὶν ἡ ζήτησις ἢ προτάσεως. καὶ ἐν μὲν τῷ εἴ ἐστι καὶ τῷ τί ἐστιν ὅρος ἐστὶν ὁ ζητούμενος, ἐν δὲ τῷ ὁποῖόν τι ἐστι καὶ τῷ διὰ τί ἐστι πρότασις. οἷον τί λέγω; τί ἐστιν ἡ ψυχή; ὅτι ἀθάνατος· ὅρος ὁ ζητούμενος. ὁμοίως δὲ καὶ ἐν τῷ εἰ ἔστι· ζητοῦμεν γὰρ εἰ ὅλως ἔστιν ἡ ψυχή. ἐν δὲ τῷ ὁποῖόν τί ἐστι καὶ τῷ διὰ τί ἐστιν οὐχ ὅρου ἐστὶν ἡ ζήτησις ἀλλὰ προτάσεως· ζητοῦμεν γὰρ ἐν τούτοις ὁποῖόν τί ἐστιν ἡ ψυχή, καὶ διὰ τί ἐστιν ἡ ψυχή. καὶ ἔστι συνθετώτερον τοῦ μὲν εἰ ἔστι τὸ τί ἐστιν· ἐν γὰρ τούτῳ ἐμπεριέχεται· τοῦ δὲ ὁποῖόν τί ἐστι τὸ διὰ τί ἐστι· τὸ γὰρ ὁποῖον τί ἐστιν ἐν τῷ διὰ τί ἐστιν ἐμπεριέχεται. αὐτὸ δὲ τὸ τί ἐστι διττόν· τὸ γὰρ τί ἐστιν ὁρισμοῦ ἐστι ζήτησις· τῶν δὲ ὁρισμῶν οἱ μέν εἰσιν ἀπὸ τῆς ὕλης οἱ δὲ ἀπὸ τοῦ εἴδους. οἷον τί ἐστι σελήνης ἔκλειψις; εἰ μὲν οὖν εἴπω ‘γῆς ἀντίφραξις’, ἀπὸ τῆς ὕλης λέγεται ὁ τοιοῦτος ὁρισμός. εἰ δὲ εἴπω ‘στέρησις φωτός’, ὁ τοιοῦτος ἀπὸ τοῦ εἴδους. εἰ δέ γε συνθεὶς ἀμφότερα εἴπω ‘ἔκλειψις σελήνης ἐστὶ στέρησις φωτὸς ἡλιακοῦ διὰ τὴν τῆς γῆς ἀντίφραξιν’, οὗτος καλεῖται ἀπὸ τοῦ συναμφοτέρου ὁρισμός. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οἷον τί ἐστι βροντή; φημὶ ὅτι ψόφος νεφῶν· οὗτος ἀπὸ τῆς ὕλης ὁρισμός· ὑπόκειται γὰρ τὰ νέφη τῇ βροντῇ καὶ ὕλης λόγον ἐπέχει πρὸς αὐτήν. εἰ δέ γε εἴπω ὅτι βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἀπὸ τοῦ εἴδους ἐστὶν ὁ τοιοῦτος ὁρισμός.