Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 104
Not analysed yet
Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα σὺν ψόφῳ πολλῷ παρ’ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσι καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος. ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν χάλαζα γίνεται πολλὴ καὶ τὸ μέγεθος απιστος, καὶ τοῖς σχήμαστιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς γῆς γενομένης τῆς πήξεως. Καὶ ταῦτα πρὸς ἔνδειξιν τοῦ μὴ πόρρω τῆς γῆς, ὡς Ἀναξαγόρᾳ δοκεῖ, τὴν χάλαζαν γίνεσθαι. ὤφθη γάρ. φησί, πολλάκις περιγιότατα νέφη μετὰ πολλοῦ κτύπου φερόμενα, δηλονότι βροντῶν ἐξαισίων γινομένων, ὡς ἐκδειματῶσαι τοὺς ἀκούοντας καὶ ἐλπίδας ὑποθεῖναι διὰ τὸ δέος ὡς χαλεπῶν τινων ἐσομένων. καὶ χωρὶς δὲ κτύπου τῶν τοιούτων νεφῶν ὀφθέντων περὶ τὴν γῆν ἐπηκολούθησεν εὐθέως χάλαζα τηλικαύτη τὸ μέγεθος, ὡς ἄπιστον εἶναι τοῖς ἀκούουσι, καὶ τὸ σχῆμα ταύτης οὐ στρογγύλον. ταῦτα δὲ πάντα σημεῖα τοῦ πλησίον τῆς γῆς αὐτὴν συστῆναι· ὁ γὰρ πολὺς κτύπος τὴν ἐγγύτητα σημαίνει τοῦ νέφους. πόρρωθεν γὰρ τῆς πρώτης γινομένης πληγῆς καὶ τῆς διαδόσεως κατὰ μέρος φερομένης πρὸς ἡμᾶς ἐκλύεται τῷ διαστήματι τὸ μέγεθος τοῦ ψόφου, ὡς καὶ τῶν ὁρατῶν ἡ ἀντίληψις διὰ πολλοῦ γινομένη τοῦ μεταξύ διαφανοῦς ἀμβλύνεται προἰοῦσα· οὔτε γὰρ τὸ διαφανὲς ἐπὶ πολὺ διαβιβάζειν τὰ χρώματα δύναται οὔτε τὸ διηχὲς τοὺς ψόφους. καὶ τὸ μέγεθος δὲ καὶ τὸ μὴ στρογγύλον ἔχειν τὸ σχῆμα τὴν περὶ τὴν γῆν αὐτῆς σημαίνει ῥᾳδία γὰρ αὐτῆς ἡ διάλυσις, ἅτε δὴ καὶ θερμοτέρου τοῦ καιροῦ ἢ ἰῆς χώρας οὔσης· εἰ μὲν οὖν πόρρωθεν φέροιτο, εἰκὸς αὐτῆς τινα μέρη τὰ ἐξέχοντα παραναλίσκευσθαι, καὶ τῆς ἐξ ἀρχῆς συστάσεως ἐλάττονα γίνεσθαι, ἐξ ὀλίγου δὲ τοῦ διαστήματος ἄθραυστος μένουσα μείζων σαίνεται. τὸ αὐτὸ καὶ τοῦ μὴ στρογγύλην ὑπάρχειν αἴτιόν ἐστι. πόρρωθεν γὰρ πολλὴν ὁδὸν διανύουσα, τῶν ἄκρων αὐτῆς τῇ πρὸς τὸν ἀέρα τρίψει θραυομένων, σφαιροῦται ὡς ὁ ἐξ ὄρους κορυφῆς ὠθούμενος ὑφ’ ὁτουοῦν λίθος καὶ τῇ φορᾷ τὰ ἄκρα πάντοθεν περιθραυσθεὶς καὶ γενόμενος καθ’ Ὅμηρον ὀλοοίτροχος, καὶ οἱ ἐν θαλάσσῃ ταῖς παλιρροίαις φερόμενοι λίθοι· ἐξ ὀλίγου δὲ κινηθεῖσα μένει ἀπαθὴς ὡς συνέστη τὴν ἀρχήν, μὴ γενομένη περιφερής. καὶ αὐτὴ δὲ τῆς ὄψεως ἡμῶν ἡ ἀντίληψις κρίνειν τὰ περιγειότερα τῶν νεφῶν οὐκ ἀδύνατος, ὅτε καὶ τούτων ἄλλα ἄλλοις τὰ μὲν ἐπικείμενα, τὰ δὲ ὑποτρέχοντα φαίνεται, ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοί φασιν.