Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 103
Not analysed yet
Συμβαίνει δ’ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίνεσθαι χάλαζαν· καίτοι ἔδει, ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς ὑψηλοῖς μάλιστα γινομένην. Ἐντεῦθεν λοιπὸν τῆς Ἀναξαγορείου δόξης ὁ ἔλεγχος, καὶ τέως ὅτι τοῖς φαινομένοις ἡ ὑπόθεσις μάχεται. οὐδὲ γὰρ ἐν τοῖς ὑψηλοτάτοις τόποις ὦπται γινομένη χάλαζα. καίτοι γε εἰ ἠλήθευεν Ἀναξαγόρας, ἐκεῖ μᾶλλον αὐτὴν ἔδει συνίστασθαι, ἔνθα καὶ τὸ νέφος ὠθεῖτο· καὶ γὰρ ἡ χιὼν ἐκ τῶν ὑψηλοτέρων ὀρέων κατιοῦσα φαίνεται. ψευδὴς ἄρα ἡ Ἀναξαγόρου ὑπόθεσις καὶ τοῖς φαινομένοις ἀσύμφωνος.