Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 107
Not analysed yet
Τοῦτο δὲ γίνεται αὐτὸ τοὐναντίον ἢ ὡς ὁ Ἀναξαγόρας λέγει· ὁ μὲν γὰρ ὅταν εἰς τὸν ψυχρὸν ἀέρα ἐπανέλθῃ, φησί, τοῦτο πάσχει, ἡμεῖς δὲ ὅταν εἰς τὸν θερμὸν κατέλθῃ, καὶ μάλιστα ὅταν μάλιστα. ὅταν δ’ ἔτι μᾶλλον ἀντιπεριστῇ ἐντὸς τὸ ψυχρὸν ὑπὸ τοῦ ἔξω θερμοῦ, ὕδωρ ποιῆσαν ἔπηξε καὶ γίνεται χάλαζα. Τἀναντία τῷ Ἀναξαγόρᾳ, φησίν, ὁ ἡμέτερος ὑποτίθεται λόγος· ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὡς ἐν τῷ ἄνω γινόμενον τόπῳ τῷ κατεψυγμένῳ τὸ νέφος γίνεται χάλαζα, ἡμεῖς δὲ τοὐναντίον, ὅταν ἐν τῷ κάτω γίνηται τόπῳ τῷ θερμῷ, τότε γίνεται χάλαζα, καὶ ὅταν μᾶλλον ὄντος θερμοῦ τοῦ περιέχοντος μᾶλλον αὐτὸ τὸ ψυχρὸν ἀντιπεριστῇ, ὡς ἐν τῷ βάθει πολὺ γενέσθαι συνωθούμενον ὑπὸ τῆς ἔξωθεν ἀλέας, μᾶλλον γίνεται ὕδωρ, ἐπιτεινο- μένης δὲ μᾶλλον ὑπὸ τοῦ ψύχους τῆς πιλήσεως, ἅμα τὸ ὕδωρ καὶ χάλαζα πηγνύμενον γέγονεν.