Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 108.1
Not analysed yet
Συμβαίνει δὲ τοῦτο, ὅταν θᾶττον ᾖ ἡ πῆξις ἢ ἡ τοῦ ὕδατος φορὰ ἡ κάτω· εἰ γὰρ φέρεται μὲν ἐν τοσῷδε χρόνῳ, ἡ δὲ ψυχρότης σφοδρὰ οὖσα ἐν ἐλάττονι χρόνῳ ἔπηξεν, οὐδὲν κωλύει μετέωρον ὂν παγῆναι, ἐὰν ἡ πῆξις ἐν ἐλάττονι γίνηται χρόνῳ τῆς κάτω φοράς. Ἐκεῖνο τὸ ἠπορημένον λύει διὰ τούτων ὡς εἴπερ ἡ χάλαζα ὕδωρ ἐστὶ πεπηγός, πῶς ἐν τῷ μετεώρῳ πήγνυται. εἰ μὲν γὰρ πρὶν γένηται ὕδωρ, ἡ πῆξις γέγονε, χιὼν ἦν οὐ χάλαζα τὸ γενόμενον· εἰ δὲ μετὰ τὸ γενέσθαι ὕδωρ ἐπάγη, πόσον ἐστὶ χρόνον τὸ ὕδωρ μετέωρον, ἕως ἂν παγείη· ; λέγει οὗν πῶς τοῦτο γενέσθαι δυνατόν. προδήλου ὄντος ὅτι καὶ ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ ὕδατος χρόνῳ γίνεται καὶ ἡ πῆξις αὐτοῦ ἡ ὑπὸ τῆς ψύξεως, ὅταν οὖν ὁ χρόνος τῆς ἐπὶ τὸ κάτω φορᾶς τοῦ ὕδατος μείζων ᾐ τοῦ χρόνου καθ’ ὃν πήγνυται, πήγνυται τὸ ὕδωρ καὶ γίνεται χάλαζα. οἷον <εἰ> ἡ μὲν τὸ κάτω φορὰ τριῶν ὡρῶν δέοιτο, ἡ δὲ πῆξις μιᾶς διὰ τὸ σφοδρὸν τῆς πηγνυούσης αὐτὸ ψύξεως, συμβαίνει τὸ ὕδωρ καταφερόμενον ἐν ὅσῳ μίαν ὥραν κεκίνηται, παγῆναι καὶ γενέσθαι χάλαζαν, ἐν δὲ ταῖς λοιπαῖς δύο ὥραις τὴν γενομένην κινεῖσθαι χάλαζαν, καὶ οὕτως οὐδὲν τῶν ἠπορημένων ἀντικείσεται τῇ γενέσει αὐτῆς. κἀντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν ἐν τῷ περὶ γῆν τόπῳ τὸ ἀναλογοῦν τῇ χαλάζῃ οὐ γίνεται, ὥσπερ τῷ μὲν ὑετῷ ἡ δρόσος. τῇ δὲ χιόνι ἡ πάχνη· οὐδὲ γὰρ οἷόν τε ἦν θᾶττον γενέσθαι τὴν πῆξιν τῆς δρόσου τῆς ἐπὶ τὸ κάτω φορᾶς αὐτῆς, ἵνα γένηται κρύσταλλος, ὀλίγου ὄντος τοῦ διαστήματος, ἀλλὰ φθάνει πρὶν παγῆναι ἐνεχθεῖσα ἡ δρόσος. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις εἰκότως, πῶς ἀρξάμενον φέρεσθαι τὸ ὕδωρ πήγνυται, πότερον ἐν τῷ νέφει περιεχόμενον ἔτι ἢ παραμεῖψαν αὐτὸ καὶ ἔξω γινόμενον ἐπάγη. ἀλλ’ ὑπόκειται θερμότερος ὁ ἔξω ἀήρ, διόπερ καὶ ἡ ψῦξις ἐν τῷ βάθει τοῦ νέφους ἠθροίσθη ἀντιπεριστᾶσα τῷ ἔξω θερμῷ καὶ τὴν ἀτμίδα τὴν ἐν τῷ νέφει πυκνώσασα εἰς ὕδωρ. εἰ δὲ ἐν τῷ νέφει ὑπάρχον ἔτι δευτέραν τὴν εἰς χάλαζαν παγὲν ποιεῖται μεταβολήν, πρῶτον μὲν πῶς ἔμεινεν ἐν τῷ νέφει χρόνον τὸ ὕδωρ, ἵνα παγῇ, καὶ οὐκ εὐθὺς ἠνέχθη κάτω τῷ ἐμφύτῳ βάρει; δεύτερον πῶς ἔξω τοῦ νέφους γενομένη ἡ χάλαζα οὐκ εὐθὺς ἐτάκη ὑπὸ τοῦ θερμοῦ ἀέρος τοῦ περιέχοντος, δι’ οὗ φέρεται κάτω; ῥητέον οὖν ὡς οὐκ ἔστιν ἀβαθὲς τὸ νέφος, ἀλλ’ ἔχει τι βάθος οὐκ ὀλίγον, διὸ καὶ τῷ ἡλίῳ ἐπιπροσθεῖ καὶ βρονταὶ καταρρήγνυνται καὶ πολὺς ὁ ὑετός. τοῦτο οὖν τὸ βάθος διερχόμενον τὸ ὕδωρ εἰ καὶ μετὰ τὸ νέφος ὑπὸ τῆς ἐν |αὐτῷ ψύξεως πολλῆς ἔτι οὔσης ἐπάγη, οὐ τήκεται δὲ παγὲν εὐθὺς ὑπὸ τοῦ περιέχοντος θερμοῦ διὰ τὸ βραχὺ τοῦ διαστήματος. διόπερ εἰ καὶ θερμοτέρῳ ὁμιλήσειεν ἀέρι, μένει παγέν· φθάνει γὰρ κατενεχθῆναι, πρὶν τακῇ· χρόνου γὰρ δεῖται τοῦ συμμέτρου πᾶσα μεταβολή. πρὶν οὖν ὑπὸ τοῦ ἀέρος πάθῃ τι, καταφέρεται. ἰσχυροτάτης οὖν πήξεως ἡ χιὼν τυχοῦσα καὶ ὅλον πολλάκις τὸν τοῦ θέρους διαρκεῖ χρόνον οὐδὲ θερμοτάτῳ ἀέρι ὁμιλοῦσα ῥᾳδίως τήκεται, κρύσταλλος δέ τις καὶ ἀπολιθοῦται παντελῶς· ἡ δὲ χάλαζα μαλακωτέραν ἔχουσα τὴν πῆξιν εὐθὺς κατενεχθεῖσα τήκεται. οὐδὲν δέ ἐστιν ἀπεικὸς καὶ καταφερομένην ἔτι τακῆναι ἢ πᾶσαν ἡ μέρη τινὰ ταύτης τὰ ἐπιτηδειότερα, διόπερ οὐχ ὁμοία τῷ μεγέθει πᾶσά ἐστι, καὶ ὕδωρ δὲ πολλάκις ἐκ τῆς τακείσης τῇ χαλάζῃ συγκαταφέρεται. κἀκεῖνο δὲ πάλιν τις ἀπορήσειεν, πῶς ὑπὸ τῆς εἰς βάθος τῇ ἀντιπεριστάσει συνελαθείσης [τῆς] ψύξεως οὐκ εὐθὺς ἡ ἀτμὶς πήγνυται καὶ γίνεται χιών, ἀλλὰ πρῶτον μὲν πήγνυται καὶ μεταβάλλει εἰς ὕδωρ, εἶτα τὸ ὕδωρ πήγνυται καὶ γίνεται χάλαζα; λέγομεν τοίνυν ὡς εἰ καὶ πολλή τίς ἐστιν ἡ ψῦξις ἐν τῷ νέφει, ἀλλ’ οὐ πάντως τῆς ἐν τῷ χειμῶνι πηγνυούσης τὴν ἀτμίδα <καὶ> χιόνα ποιούσης· σφοδρᾶς γὰρ ψύξεως δεῖ πρὸς τὸ τὴν ἀτμίδα θερμὴν οὖσαν παγῆναι πρὸ τῆς εἰς τὸ ὕδωρ πυκνώσεως. καὶ τὸ προτεθερμάνθαι δὲ τὸ τῆς χαλάζης ὕδωρ ἐκ τῆς τοῦ περιέχοντος βίας ἑτοιμότερον πρὸς πῆξιν αὐτὸ ποιεῖ· εὔψυκτα γάρ ἐστι λίαν τῶν ὑδάτων τὰ προθερμαινόμενα.