Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 14.1
Not analysed yet
Οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδ’ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γινομένας ἐν τοῖς ἀνθρώποις, ἀλλ’ ἀπειράκις. Συμφώνως μὲν τοῦτο τῇ αὐτοῦ δόξῃ γέγραφεν ἄναρχον εἶναι τὸ πᾶν καὶ ἀγένητον ὑποτιθέμενος, οὐκ ᾔσθετο δὲ τοῖς ἑαυτοῦ περιπίπτων δικτύοις. εἰ γὰρ ἀπειράκις διὰ τὸ ἀρχὴν τοῦ εἶναι μὴ ἔχειν τὸν κόσμον αἱ αὐταὶ γίνονται δόξαι, καὶ οὐκ ἀπειράκις μόνον, ἀλλὰ καὶ τοὐ ἀπείρου πολλαπλασιόνως τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας ἀνάγκη. οὐ γὰρ μέχρις Ἀριστοτέλους ἀπειράκις αἱ αὐταὶ δόξαι ἀνεκυκλήθησαν, ἀλλὰ καὶ πρὸ αὐτοῦ λίαν χρόνον πολὺν ἀπειράκις ἦσαν ἀνακυκληθεῖσαι· εἰ γὰρ μὴ ἀπειράκις, ἀρχὴν ἔσχε τὸ πᾶν. εἰ δὲ ἔσχεν ἀρχήν, ὁποῖον ἂν χρόνου μόριον τοῦ παρεληλυθότος λάβοις ἀναποδίζων, ἐπ’ ἄπειρον τὰς αὐτὰς ἀνάγκη πάντως ἀπειράκις ἀνακυκληθῆναι μέχρις ἐκείνου δόξας, οὐ μόνον ὅτι ἄναρχος, ἀλλ’ ὅτι καὶ ἀρχὴν ἔσχεν ὁ κόσμος· καὶ οὕτως ὁ ἑκάτερον δοξάζων ὁμοίως ἐκ τοῦ χρόνου τὸ ἀξιόπιστον ἕξει. δεύτερον εἰ ἄπειρον τὸ παρῳχημένον, προστιθεμένων τῶν ἐφεξῆς αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μηδέποτε λήγειν αὐξόμενον τοῦ χρόνου προἰόντος ἐπ’ ἄπειρον. εἰ οὖν καὶ αὐτὸ μόνον τὸ γεγονέναι τὸ ἄπειρον ἀδύνατον, ὡς αὐτὸς ἔδειξε, πολλῷ μᾶλλον ἀδυνατώτερον τοῦ ἀπείρου μεῖζόν τι γίνεσθαι καὶ ἀπειρότερον. εἰ οὗν ἀδύνατον ἀπειράκις τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας, οὐδεὶς δὲ τῶν πρὸ αὐτοῦ τὴν δόξαν φαίνεται ταύτην προϋποθέμενος, πρῶτος ἄρα ταύτης Ἀριστοτέλης κατήρξατο. ὅτι μὲν οὖν ἑαυτῷ περιπέπτωκεν ἐναργῶς ἐδείχθη· διὰ τούτων δ’ ὅμως ὡς ἀρχαιοτέρα ἐστὶ δόξα τὸ ἑτέρας οὐσίας εἶναι τῶν ὑπὸ σελήνην τὸν οὐρανὸν καὶ ὥς ἐστιν ἀίδιος συλλογίσασθαι βούλεται. τοῦτο γὰρ περὶ αὐτοῦ φησιν· οἱ πρὸ ἡμῶν ὑπολαμβανοντες αἰθέρα τοῦτο τὸ σῶμα προσαορεύουσιν ἐκ τοῦ ἀεὶ θέειν καὶ παῦλαν τῆς κινήσεως μὴ ἔχειν καὶ θεῖον εἶναι οὕτως αὐτὸν ὀνομάσαντες, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην ἁρμόζει, τὸ ἀεὶ καὶ ἀπαύστως κινεῖσθαι. ταύτης δὲ χρόνῳ, φησί, τῆς δόξης ἀφανισθείσης τὸ ὄνομα μεμένηκεν ἐπ’ ἄλλην σημασίαν, τὸ αἴθειν, ὑπὸ τῶν ὕστερον γενομένων μετενεχθέν, ὡς πῦρ ὄντα τὴν οὐσίαν. οὐ γὰρ μόνον πόλεις τε καὶ ἔθνη, φησίν, ἀρχὰς καὶ τέλη λαμβάνουσιν, ὡς εἰς παντελῆ λήθην ἐκπεσεῖν, ἀλλὰ καὶ δόξαι καὶ τέχναι καὶ ἐπιστῆμαι τοῦτο πάσχουσιν, ἃς συμβαίνει πάλιν ἀνακυκλεῖσθαι τῷ μακρῷ χρόνῳ. καὶ γὰρ ἡ μουσικὴ καὶ ἡ ἀνδριαντοπλαστικὴ καὶ ἕτεραί τινες εὕρηνται μὲν ὑπὸ τῶν πρὸ ἡμῶν, ἠμβλύνθησαν δὲ νῦν καὶ τῷ χρόνῳ πάλιν ἴσως ἀκμάσουσιν· εἰκὸς οὖν καὶ τὰς περὶ τῶν πραγμάτων δόξας τὸ αὐτὸ πάσχειν. λέγουσι δὲ καὶ Ἀλέξανδρον ἐξ Ἰνδῶν Ἀριστοτέλει γράψαι, ὡς ἕτεροί φασιν, ἐκ Βαβυλῶνος ὡς καὶ οἱ ἐνταῦθα σοφοὶ σώματος ἑτέρου φασὶν εἶναι τὸν οὐρανόν. τοῦτο μὲν οὖν ὅπως ἀληθείας ἔχει, λέγειν οὐκ ἔχω· παρ’ Ἐλλησι δὲ τοῦτο φρονῶν φαίνεται τῶν πρὸ Ἀριστοτέλους οὐδείς. ὁ Πλατῶν ἐν τῷ Κρατύλῳ‘ περὶ ὀρθότητος ὀνομάτων διαλεγόμενος τὸν αἰθέρα παρὰ τὸ ἀεὶ θεῖν ἠτυμολόγηκε. τοὺς γὰρ μετὰ τὸν κατακλυσμόν φησιν ὑπολειφθέντας ἐν τοῖς ὑψηλοτάτοις διάγειν ὄρεσι καὶ τέως βοσκηματώδη βίον ζῆν καὶ περὶ τὴν συλλογὴν ἐνασχολεῖσθαι καὶ μόνον τῶν τροφῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, ἀνανήψαντας δὲ τῷ χρόνῳ μικρὸν ἐκ τῆς τοῦ κατακλυσμοῦ ταραχῆς εἰς ἔννοιαν ἐλθεῖν τοῦ εἶναί τι τῶν φαινομένων αἴτιον· κατανοήσαντες δὲ τὰ οὐράνια καὶ ἀεὶ ταῦτα κινούμενα βλέποντες αἰθέρα καὶ θεὸν αὐτὰ ὠνόμασαν, τὸ μὲν παρὰ τὸ αἴθειν, τὸ δὲ παρὰ τὸ ἀεὶ θέειν. καὶ ἐπειδὴ τοῦτον μὲν ἑώρων μήτε γινόμενον μήτε φθειρόμενον, τῇ κινήσει δὲ αὐτοῦ τὰ ἐντὸς μεταβάλλοντα, αἴτιον εἶναι τούτων καὶ δημιουργὸν ὑπετόπασαν. εἶτα τοῦ λόγου κατὰ μέρος προἰόντος ἐπὶ τὸ λεπτότερόν τε καὶ ζητητικώτερον καὶ αὐτοῦ λοιπὸν τοῦ οὐρανοῦ τὸ αἴτιον τῆς τοιᾶσδε κινήσεως τε καὶ διαμονῆς περιεργαζόμενοι ἐπὶ ἰὴν ἀφανῆ καὶ ἀσώματον μετῆλθον αἰτίαν· μηδὲ γὰρ ἂν διαρκεῖν ἐς ἀεὶ σῶμα ὄντα πεπερασμένον μένειν τε καὶ κινεῖσθαι μὴ ὑπὸ δυνάμεως ἀπείρου συνεχόμενον ἀσωμάτου πάντως, οὐχ ὁρωμένης μέν, ἐκ δὲ τῶν ἔργων αὐτῆς νοουμένης· μὴ γὰρ εἶναι δύναμιν ἐν σώμασιν ἄπειρον· καὶ οὕτως ανέδραμον ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν κἀκείνην τῷ ὀνόματι τοῦ τῶν φαινομένων κρείττονος θεῖον ὠνόμασαν.