Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 15.1
Not analysed yet
Ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἄν ἐπαύσαντο τῆς παιδικῆς ταύτης δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἡμῖν ἐντεῦθεν οὕτως. Ὀτι μὴ ἐκ πυρὸς μόνου συνέστηκε τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς ἀπλανοῦς, διὰ τῶν ἐν ἀστρονομίᾳ δειχθέντων παρίστησιν. εἰ γάρ τις ἐννοήσειε, φησί, τὴν ὑπερβολὴν τῶν περιεχόντων τὴν γῆν σωμάτων, ῥᾳδίως ἂν συλλογίσαιτο μὴ δύνασθαι πυρὸς ἅπαν εἶναι τὸ περιέχον αὐτήν, ἀσυμμέτρου πρὸς αὐτὴν οὔσης τῆς ὑπερβολῆς τοῦ μεγέθους τῶν περιεχόντων αὐτήν. ὅτι γὰρ βραχυτάτη ἐστὶ καὶ τὸ μηδὲν σχεδὸν πρὸς τὸν ἔσχατον οὐρανόν, δείκνυται μὲν διὰ τῶν ἀστρονομικῶν ἐναργῶς μεθόδων, οὐχ ἥκιστα δὲ καὶ ἐκ τοῦ μικρὰ τῆς γῆς διαστήματα μεγάλας ἡμῖν πρὸς |τὰ φαινόμενα τὰς διαφορὰς ποιεῖν. οἱ γὰρ ἐν Βυζαντίῳ φέρε τῶν ἀστέρων ἀφανεῖς ἐν Ἀλεξανδρείᾳ φαίνονται, ὡς ὁ καλούμενος Κάνωβος ὑπὸ ποσὶν Ὠρίωνος ὤν, πρὸς αὐτῷ κείμενος τῷ νοτίῳ ὁρίζοντι. λαμπρότατος δ’ ἐστὶ καὶ τοῦ κυνὸς μείζων τε καὶ φανότερος, καὶ ταῦτα περὶ αὐτὸν ὢν τὸν ὁρίζοντα καὶ δι’ ὀμιχλώδους ἀέρος φαινόμενος, ἀλλ’ ὅμως τῇ ὑπερβολῇ τῆς λαμπρότητος ἀμφήριστός ἐστι τῷ κυνί. ἐξ οὗ δῆλον ὡς ἐν ἐν Ἑλλάδι ὢν ἠγνόησε τοῦτον ὁ ποιητὴς περὶ τοῦ κυνὸς εἰπὼν “ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γ’ ἐστί.” πάλιν ἡ ἄρκτος ἐν Βυζαντίῳ φαινομένη μετέωρος λίαν, ὡς δοκεῖν σχεδὸν μεσουρανεῖν, ἐν Ἀλεξανδρείᾳ μὲν παραξέει τὸν ὁρίζοντα, ἐν δὲ τῇ Διοσπόλει πολλοὶ ταύτης ἀστέρες δύνουσιν· ὅπερ οὐκ ἄν συνέβαινεν, εἰ μὴ μικρόν τι τὸ τῆς γῆς μέγεθος ἦν. καὶ τί λέγω μέγεθος, ὅτε πρὸς τὴν ὑπερβολὴν τοῦ μεγέθους τῆς ἐξωτάτω σφαίρας σημείου καὶ κέντρου λόγον ἔχουσα δείκνυται πρὸς αὐτήν; ἔστω γὰρ κύκλος ὁ ΑΒΓ, κέντρον δὲ αὐτοῦ ‘τὸ Δ καὶ διάμετρος ἡ ΑΕ. αὕτη πάντως εἰς δύο τὸν κύκλον ἴσα τέμνει ἡμικύκλια. καὶ ἄλλος δὲ κύκλος περὶ τὸ αὐτὸ κέντρον γραφέσθω ἐλάσσων τοῦ ἐκτὸς δηλονότι. ἔστω δὲ ὁ μὲν ἐκτὸς ἡ ἀπλανής, ὁ δὲ ἐντὸς ἡ γῆ †τῇ ἐπιφανείᾳ τῆς γῆς οὔσης. εἰ ἐξ αὐτῆς εὐθεῖαν ἐξαγάγῃς ἐπί τε τὸν ἀνατολικὸν ὁρίζοντα καὶ ἐπὶ τὸν δυτικὸν τὴν ΖΗ, διαιρήσει [καὶ γὰρ] τὴν ἀπλανῆ εἰς δύο τμήματα ἄνισα, ἔλαττον μὲν ἡμικυκλίου τὸ ὑπὲρ γῆν, εἰ τύχοι, ζῳδίων πέντε, μεῖζον δὲ τὸ ὑπὸ γῆν οἷον ἑπτά, ἡ ὅπως ἂν τύχοιεν, τὸ μὲν ὑπὲρ γῆν τὸ ZBH, τὸ δὲ ὑπὸ γῆν τὸ ΖΓΗ. ἡ μὲν οὖν διὰ τοῦ κέντρου, ἐπειδὴ μηδένα λόγον ἔχει τὸ ἀμερὲς πρὸς τὸ μέγεθος, εἰς δύο ἴσα διεῖλε τὸν; τὸν ἔξωθεν κύκλον, ἡ δὲ τῆς ἐπιφανείας τοῦ ἐντὸς ἀχθεῖσα κύκλου εἰς ἄνισα. οὐκοῦν εἰ ἐν λόγῳ τινὶ τὸ μέγεθος ὑπῆρχε τῆς γῆς πρὸς τὴν ἀπλανῆ, πᾶσα ἦν ἀνάγκη ἔλαττον εἶναι ἡμικυκλίου τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ καὶ ὑφ’ ἡμῶν ὁρώμενον. εἰ δὲ ἐν παντὶ καιρῷ ἓξ ὁρῶμεν ἀκριβῶς ζῴδια ὑπὲρ γῆν, δῆλόν ἐστιν ὅτι ὥσπερ οὐδέν λόγον ἔχει τὸ κέντρον πρὸς τὴν ἀπλανῆ, οὕτως οὐδέ ἡ γῆ πρὸς αὐτὴν ἔχει, καίτοι μεγίστη οὖσα καὶ διὰ τὸ μέγεθος ἤπειρος οἱονεὶ ἄπειρος ὀνομαζομένη, οἷόν ἐστι τὸ “ἤπειρον εἰς ἄπειρον εἰσεπλεύσαμεν”. ὅθεν οὐδὲν ἀποκρύπτει τῆς ἀπλανοῦς, ὡς οὐδὲ τὸ ἀμερὲς σημεῖον· εἰ γὰρ εἶχε λόγον τινὰ τὸ μέγεθος πρὸς τὴν ἀπλανῆ, ἔλαττον τὸ ὑπὲρ γῆν ἡμικυκλίου ὁρᾶν ἐμέλλομεν, τοῦ λοιποῦ μορίου τοῦ τὸ ἄνω πληροῦντος ἡμικύκλιον ὑπὸ τοῦ μεγέθους τῆς γῆς καλυπτομένου, οἷόν ἐστιν ἐπὶ τῶν καταγραφέντων κύκλων ἐν μὲν τῷ ἀνατολικῷ ὁρίζοντι τὸ ἀπὸ τοῦ Α ἕως τοῦ Z, ἐν δὲ τῷ δυτικῷ τὸ ἀπὸ τοῦ E ἕως τοῦ H. εἰ οὖν τὸ μηδὲν ἡ γῆ πρὸς τὸν ἔξωθέν ἐστιν οὐρανόν, οὐκ εὔλογον τὸ ζητεῖν, εἴ τινων ἀστέρων ἐστὶν ἐλάττων, ἀλλ’ εἴ τινων ὅλως ἐστὶ μείζων. ὁ γοῦν ἥλιος ἑκατονταεβδομηκονταπλασίων αὐτῆς εἶναι δείκνυται παρὰ τοῖς μαθηματικοῖς. καὶ τὸν κύνα δέ φασιν αὐτῆς ὑπάρχειν μείζονα, διὰ δὲ τὴν ὑπερβολὴν τοῦ ἀποστήματος μικρὸν οὕτω φαίνεσθαι ὡς καὶ ἡ τοὺ ἡλίου διάμετρος ποδιαία τις εἶναι σχεδὸν τοῖς ὁρῶσι δοκεῖ, καὶ ταῦτα τῆς ἡλιακῆς σφαίρας πολλῷ κατωτέρω τῆς ἀπλανοῦς ὑπαρχούσης. δείκνυται γάρ, φασί, διὰ τῶν μαθημάτων τοῦ διαστήματος τοῦ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς κυρτῆς ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἡλίου διατεῖνον ἔλαττον μὲν εἶναι ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον. ὥστε τὸ ὅλον στερεὸν τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τῆς σελήνης μέχρι τῆς γῆς, ὃν ἔχει τὰ ὀκτακισχίλια πρὸς τὸ ἕν. μετρεῖται γὰρ πᾶν στερεὸν τοῦ μήκους ἐπὶ τὸ πλάτος πολυπλασιασθέντος καὶ τοῦ γενομένου ἀριθμοῦ ἐπὶ τὸ βάθος πάλιν πολυπλασιαζομένου. οἷον ὡς ἐπὶ κύβου, · εἰ δύο πήχεων ἡ πλευρὰ εἴη τούτου, δύο ἐπὶ δύο πολυπλασιάζων ποιεῖς τέσσαρα, καὶ τὰ τέσσαρα πάλιν ἐπὶ τὸ βάθος καὶ αὐτὸ δύο πήχεων ὑπάρχον, καὶ γίνεται ὁ κύβος ὅλος ὀκτὼ πήχεων στερεῶν. ἐπεὶ οὖν ἑνός τινός ἐστι τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, καὶ τὸ ὅλον αὐτοῦ στερεὸν ἑνὸς ἔσται· ἅπαξ γὰρ ἓν πάλιν γίνεται ἕν, καὶ τοῦτο ἐπὶ τὸ βάθος ἑνὸς ὂν πάλιν ὁμοίως γίνεται ἓν τῷ βάθει. τὸ δὲ ἀπὸ σελήνης μέχρις ἡλίου ἐπειδὴ τοσούτων ἐστὶν εἴκοσιν, εἰκοσάκις τὰ εἴκοσι τετρακόσια γίνεται, καὶ ταῦτα ἐπὶ τὰ εἴκοσι τοῦ βάθους πολυπλασιαζόμενα ποιεῖ τὰ ὀκτακισχίλια. οὐκοῦν ὃν λόγον ἔχει τὰ ὀκτακισχίλια πρὸς τὸ ἕν, τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς σελήνης τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου. τούτων οὕτως ἐχόντων τὸ ἀπὸ τοῦ ἡλίου μέχρι τῆς ἀπλανοῦς εἰς ἄπειρον ἀνάγκη σχεδὸν ἐκτείνεσθαι μέγεθος, ὅπερ διὰ τὴν ὑπερβολὴν οὐδὲ μετρηθῆναι ὑπὸ τῶν ἀστρονομικῶν δεδύνηται μεθόδων. ὅτι δὲ πολλῷ μείζων τῆς γῆς ἐστιν ὁ ἥλιος, ὡς ἄν εἴη δυνατὸν δίχα τῶν μαθηματικῶν μεθόδων, δεικνύειν πειράσομαι. προδεικνύσθω δὲ συντόμως ἡμῖν ὅτι σφαιροειδὲς ἡ γῆ τὸ σχῆμα ἔχει τὸν τρόπον τοῦτον· ἡ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς· ἐν ᾧ γὰρ ἄν μέρει τῆς γῆς τὰς ἀκτῖνας ὁ ἥλιος προσβάλῃ, κατὰ τὸ ἀντικείμενον τοῦ φωτίζοντος μέρος ἡ σκιὰ γίνεται. καὶ τοῦτο καὶ ἐκ τοῦ λυχνιαίου φωτὸς καὶ ἐκ τῆς σκιᾶς τῶν σωμάτων ὁρᾶν πάρεστιν ἐναργῶς. οὐδὲν δὲ σῶμα φωτιζόμενον κυκλοτερῆ πανταχόθεν ποιεῖ τὴν σκιάν, εἰ μὴ τὸ σφαιροειδὲς καὶ μόνον. προσπίπτουσαι γὰρ αἱ ἀκτῖνες τοῦ φωτίζοντος ταῖς τοῦ φωτιζομένου πλευραῖς ὁμοιόσχημον αὐτῷ τὴν σκιὰν ἀποτελοῦσιν. διὸ καὶ κυλίνδρου τὸ φωτιζόμενον, εἰ μὲν ἐκ τῆς βάσεως προσείη τὸ φῶς, κυκλοτερῆ σκιὰν ἀποτελεῖ διὰ τὸ κυκλοτερὲς εἶναι τῶν περάτων ἑκάτερον· εἰ δὲ ἐκ τῶν πλαγίων ἐπὶ τὸ μῆκος προσίοι τὸ φῶς τοῦ κυλίνδρου, παραλληλόγραμμον ποιεῖ τὴν σκιὰν ὑπὸ παραλ|λήλων εὐθειῶν περιγραφομένην· κατὰ μίαν γὰρ εὐθεῖαν τοῦ κυλίνδρου προσπιπτουσῶν τῶν ἀκτίνων ἀπασῶν, ἀνάγκη καὶ ἀντικειμένην τῷ φωτιζομένῳ σκιὰν ὑπ’ εὐθειῶν περιέχεσθαι. μόνον οὖν, ὡς εἴρηται, τὸ σφαιρικὸν σχῆμα κατὰ πᾶν μέρος αὐτοῦ κυκλοτερῆ τὴν σκιὰν ἀποτελεῖ. τοιαύτη δ’ ἐστὶν ἡ ἀπὸ τῆς γῆς ἀποτελουμένη σκιά, διόπερ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς ἡ σελήνη, ἀφ’ οἱουδήποτε μέρους ἐκλείπειν ἄρξεται, εἴτε ἐκ τοῦ ἀνατολικοῦ εἴτε ἐκ τοῦ δυτικοῦ εἴτε ἐξ ὁτουοῦν ἄλλου, κατὰ κυκλοτερῆ γραμμὴν ἐκλιμπάνουσα φαίνεται, ὡς ὅτε μηνοειδὴς γίνεται, καὶ οὐδαμοῦ κατ’ εὐθεῖαν, οἵα ἐστὶν ἐν τῇ διχοτόμῳ, ὡς πανταχόθεν τῆς σκιᾶς οὔσης κυκλοτεροῦς. οὐδέποτε γάρ, ὡς εἶπον, τὸ γινόμενον αὐτῆς μέρος ἀφώτιστον ἐκ τῆς ἐμπτώσεως τῆς εἰς τὸ σκίασμα τῆς γῆς κατ’ εὐθεῖαν γραμμὴν ἐκ τοῦ πεφωτισμένου τεμνόμενον φαίνεται. δῆλον οὖν ὡς ἡ τὸ σκίασμα ποιοῦσα γῆ σφαιροειδὲς ἔχει τὸ σχῆμα. τούτου δεδειγμένου προειλήφθω κἀκεῖνο ὡς ὅταν σφαῖρα ὑπὸ σφαίρας φωρίζηται, εἰ μὲν ἴση εἴη ἡ φωτιζομένη τῇ φωτιζούσῃ, κυλινδροειδὴς ἡ σκιὰ γίνεται, τῶν ἀκτίνων κατ’ εὐθείας ἀπαρεγκλίτους προσπιπτουσῶν τῷ φωτιζομένῳ, ὡς μήτε συννεύειν προϊούσας μήτε τοὔμπαλιν ὑπτιάζεσθαι· διόπερ κύλινδρος ἡ σκιά. εἰ δὲ ἔλαττον εἴη τοῦ φωτιζομένου τὸ φωτίζον, τῶν ἀκτίνων ἐζωθουμένων ὑπὸ τοῦ φωτιζομένου καὶ κλωμένων ὑπτίων ἐφ’ ἑκάτερα καὶ οὕτως ἐπὶ τὸ πρόσω φερομένων καὶ διὰ τὴν κλάσιν πρόσω προϊοῦσαν εὐρυνομένων, καὶ εἰς μείζονα τὴν μεταξὺ διάστασιν ἀεὶ χωρούσης αὐτῶν τῆς σχίσεως μέχρι τῆς αὐτῶν συνεμπτώσεως, συμβαίνει καλαθοειδὲς τῆς σκιᾶς γίνεσθαι τὸ σχῆμα ἐκ μικροτέρου πυθμένος εὐρυνομένης μέχρι τῆς τῶν ἀκτίνων συμπτώσεως. εἰ δὲ τοὔμπαλιν τὸ φωτίζον μεῖζον εἴη τοῦ φωτιζομένου, τῶν ἀκτίνων ῥεουσῶν ὑπὲρ τὸ φωτιζόμενον καὶ κατὰ μικρόν, ὅσον προβαίνουσι, συμβαινουσῶν εἰς ἀλλήλας, ἕως ἄν τελείως συμπέσωσι, κῶνος ἡ σκιὰ γίνεται. ὁ δὲ κῶνος κυκλοτερῆ μὲν ἔχει τὴν βάσιν, ἐκ ταύτης δὲ πρόεισιν εἰς ὕψος κατὰ μικρὸν δι’ ἀναλογίας ἐν τῇ προόδῳ στενούμενος, ἄχρις ἂν εἰς σημεῖον τὴν ἑαυτοῦ κορυφὴν ἀποτελευτήσῃ. ὅτι δὲ κωνοειδές ἐστι τὸ σκίασμα τῆς γῆς, πάλιν αἱ τῆς σελήνης δεικνύουσιν ἐκλείψεις. εἰ μὲν γὰρ περιγειοτέρα οὖσα τελείως ἐκλίποι, πλείονα χρόνον τελείως ἀφώτιστος μένει, ὡς εὐρυτέρῳ μέρει τοῦ κώνου προσπίπτουσα, εἰ δὲ ἀπόγειος, ἐλάττονα· ὡς γὰρ στενωτέρᾳ προσβαλοῦσα τῇ σκιᾷ θᾶττον αὐτὴν παραλλάττει. ἔχει γὰρ ὁ τῆς σκιᾶς δηλονότι κῶνος τὴν μὲν βάσιν πρὸς αὐτῇ τῇ γῇ, ὑπερεκπίπτων δὲ τὴν σεληνιακὴν σφαῖραν τὴν κορυφὴν αὐτοῦ τῇ Ἑρμαϊκῇ προσβάλλουσαν ἔχει· εἰ μὴ γὰρ ὑπερέπιπτε τὴν σεληνιακήν, οὐκ ἔμελλεν εἰς αὐτὸν ἐμπίπτειν ἡ σελήνη πᾶσα καὶ χρόνον διατρίβειν ἀφώτιστος, διὰ τὸ τῆς σκιᾶς πλάτος τοῦ λεπτοτάτου μέρους τοῦ κώνου περαιτέρω ταύτης κεχωρηκότος. εἰ οὗν κῶνός ἐστιν ἡ σκιὰ τῆς γῆς, πολλῷ ἄρα ἐστὶ τοῦ ἡλίου ἐλάττων ἡ γῆ. τίς οὖν ἂν εἴη τῷ ἔξωθεν οὐρανῷ παραβαλλομένη, εἰ μὴ τῷ ὄντι σημείῳ; διὰ μὲν οὖν τούτων ἡ τοῦ μεγέθους τῶν περιεχόντων σωμάτων ὑπερβολὴ πρὸς τὴν ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος ἀποτελουμένην σφαῖραν ἐδείχθη. τί δέ ἐστι τὸ ἐκ τούτου τῷ φιλοσόφῳ συγκατασκευαζόμενον, ἴδωμεν τὴν λέξιν αὐτοῦ πάλιν ὑπομνήσαντες· οσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τανῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἄν ἔπαύασντο ταύτης τῆς παιδικῆς δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσι τῶν φερομένων εἰναι ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἐντεῦθεν ἡμῖν οὕτως. ὁ μὲν Ἀλέξανδρος ζητεῖν ἐνταῦθά φησι τὸν φιλόσοφον, εἰ τὰ οὐράνια πάντα πυρός εἰσι καθαροῦ καὶ μὴ τὰ ἄστρα μόνον (τὰ γὰρ φερόμενα σώματα λέγειν τὰ ἄστρα), ἀλλὰ καὶ τὰ μεταξὺ τῶν ἄστρων διαστήματα· τοῖς γὰρ τοῦτο λέγουσιν ἕπεσθαι τὸ πάντα τὰ μετὰ τὴν γῆν καὶ τὸ ὕδωρ μέχρι τῆς σφαίρας τῆς σεληνικῆς ἀέρα λέγειν. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο δηλοῦν ἡ λέξις, ἀλλὰ τὸ μετὰ τὴν γῆν ὅλον συνειλημμένου δηλονότι τοῦ ὕδατος μέχρι τοῦ ἐσχάτου οὐρανοῦ. τί γάρ φησι; καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τουτέστι πάντα τὰ κυκλοφορούμενα (κυκλοφορεῖται δὲ καὶ τὰ ἄστρα καὶ ὁ πᾶς οὐρανός), ἀλλὰ καὶ τὸν μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων ἀέρα, ὡς τοῦ ἀέρος δηλονότι τοῦ μεταξὺ μὴ κυκλοφορουμένου. ψυχρὰ δὲ λίαν ἡ ὑπόθεσις τὸ νομίζειν ἐν μέσῳ διαιτᾶσθαι πυρὸς τὰ χερσαῖα ζῷα καὶ τὰ φυτά. οἱ τοῦτο οὖν ὑποθέμενοι, φησίν, εἴπερ τὰ δεδειγμένα διὰ τῶν μαθημάτων ἐθεώρησαν, ἐπαύσαντο ἂν ἴσως τῆς παιδικῆς ταύτης ὑπονοίας, τοῦ νομίζειν μικρὸν εἶναι τῷ μεγέθει τῶν φερομένων ἕκαστον, ὡς ἐκείνων ἴσως οἰομένων ὅτι κἂν ἐκ πυρὸς εἴη τὰ ἄστρα, οὐ λυμαίνεσθαι τὰ τῇδε διὰ τὴν τοῦ μεγέθους μικρότητα. τί οὖν ἂν εἴποιεν περὶ αὐτῶν τῶν σφαιρῶν, καὶ εἰ μικρὰ ἦν ἐκεῖνα, καὶ ἔτι τοῦ μεταξὺ τῆς γῆς ἀέρος καὶ τῆς σελήνης; ἡ λύσις οὖν τῆς ἀπορίας ἀπὸ μόνων γέγονε τῶν ἄστρων, καὶ ἴσως ἐντεῦθεν ὁ Ἀλέξανδρος οὐ περὶ πάντων τῶν μεταξὺ σωμάτων τὴν ἀπορίαν γινομένην ἐξείληφε. τὸ δὲ ἱκανῶς πρὸς τὸ δεδειγμένα φησίν, ἱκανῶς δεδειγμένα, ἢ πρὸς τὸ θεωρήσαντες, ἱκανῶς θεωρήσαντες, καὶ μὴ παρέργως δηλονότι καὶ ἀτημελῶς. πάλαι γὰρ ἂν κατεφλέχθη, φησί, τὰ μεταξὺ καὶ οὐδ’ ὑποστῆναι τὴν ἀρχὴν ἠδύναντο. καὶ ἡ αἴσθησις δὲ λίαν αὐτοὺς ἐντρέπειν |ὤφειλε· πυρὸς γὰρ οὐδὲ τὴν τυχοῦσαν φέρομεν προσβολήν. ταῦτα δέ φησι καὶ ἐν τοῖς περὶ τὸν ἄνω τόπον θεωρήμασιν εἰρῆσθαι, τουτέστιν ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ.