Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 32.1
Not analysed yet
Ἀλλ' ἀεὶ ὅτι ἂτι ἂν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δ’ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶ̣ς τὸ μὲν ἀέρος διατελεῖ πλῆρες ὄν, τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίνεται ἕκαστον αὐτῶν. 'Επειδὴ εἶπεν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη μηδὲ τὴν εἰς ὕδωρ γίνεσθαι μεταβολήν, τούτου δ’ οὕτως ἔχοντος συνέβαινεν ἐκεῖνο τὸ σῶμα μένειν ἀεὶ τὸ αὐτό, μήτε γινόμενόν ποτε μήτε φθειρόμενον, τοῦτο δὲ παρὰ τὰ ἐναργῆ καὶ βλεπόμενα (φαίνεται γὰρ τὰ ὑπὸ σελήνην στοιχεῖα γινόμενά τε καὶ φθειρόμενα καὶ τὴν εἰς ἄλληλα μεταβολὴν ὑπομένοντα), πρὸς ταύτην τὴν ὑπόνοιαν ὑπαντῶν τὰ νῦν παρέθετο. εἴ τι γάρ, φησίν, ἐν ἐκείνω τῷ τόπῳ γένηται βαρύ τε καὶ ὑγρὸν διὰ τὸ παθεῖν ὑπὸ τῶν παραὶ̣ειuι ένων. ι ἢ εἰ καί τι συνανενεχθείη τῇ ἀναθυμιάσει τῇ καπνώδει τοι- οῦτον, εὐθὺς φέρεται κάτω ἐκεῖ μένειν ἐν τῷ τόπῳ τῷ παρὰ φύσιν οὐκ ἀνεχόμενον, ὡς καὶ τοὐναντίον εἴ τι τῶν κάτω πυρωθὲν γένηται κοῦφον, εἰ καὶ σνγκατενεχθείη τῷ ἄνωθεν διὰ τὸ βάρος κατενεχθέντι, εὐθὺς ἄνω ωέρεται. συμπεπλεγμένων γὰρ τῶν ἀναθυμιάσεων ἀμφοτέρων τῆς ξηρᾶς τε καὶ τῆς ὑγρᾶς, τῆς δὲ ξηρᾶς ἄνωθεν οὔσης, συναναφέρεται πολλάκις καὶ τὸ συναπειλημμένον αὐτῇ τῆς ὑγρᾶς· καὶ |ἔμπαλιν εἴ τι συναπεη- πται τῇ ὑγρᾷ τῆς ξηρᾶς, κάτω φερομένης συνεφέλκεται πολλάκις αὐτῇ ἡ ξηρά. ἀλλ’ εἰ μὲν κρατήσει τὸ πλεονάζον, μεταβάλλει τὸ λοιπὸν εἰς ἑαυτό· εἰ δὲ μὴ κρατήσει, ἐπὶ τὸν οἰκεῖον εὐθὺς μεταχωρεῖ τόπον τὸ μὴ̣ κρατηθέν, τὸ ξηρὸν μὲν ἄνω, τὸ ὑγρὸν δὲ κάτω. καὶ ἄλλως ἁπτομένων ἀλλήλων καὶ συνεχῶν ὄντων τῶν δύο σωμάτων ἀέρος τε καὶ τοῦ ὑπεκκ̓αύαατος, πάσχειν εἰκὸς ὑπ’ ἀλλήλων κατὰ μέρη τὸ κρατηθὲν ὑπὸ τοῦ κρατήσαντος, καὶ τὸ μὲν κρατηθὲν μόριον ὑπὸ τοῦ ἀνωτέρω καὶ γινόμενον ξηρὸν εὐθὺς επ αὐτὸ φέρεται τὸ δ’ αὗ πάλιν ὑπὸ τοῦ κάτω κεκρατημένον καὶ γενόμενον ὑγρὸν βρίθει κάτω πρὸς τὸ κρατῆσαν· καὶ οὕτως ἀμοιβαδὀν τῆς εἰς ἄλληλα κατὰ μέρη γινομένης μεταβολῆς ἑκάτερος μὲν τῶν τόπων τῆς ἐν αὐτῷ πεΦυκυίας εἶναι πλήρης ἐστὶν οὐσίας, οὐκ ἀεὶ δὲ τῆς αὐτῆς ἀριθμῷ, ἄλλοτε δ’ ἄλλης ἀπὸ μέρους εἰς αὐτὸν μεταχωρούσης. οὕτω μὲν οὖν ἡ τῶν στοιχείων ἐξίσωσις γίνεται. ἔστι δὲ ἡ λέξις ἀσαφὴς οὕτως ἔχουσα ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται. τοῦτο δὲ οὕτως ὁ Ἀλέξαν- δρος ἐξηγήσατο κτὰ λέξιν “ὅτι δ’ ἄν ἐν αὐτῷ ὑγρότερόν τε καὶ βαρύτερον μόριον ἢ γένηται ἢ συνανενεχθῇ, τοῦτο κάτω φέρεται ἐκθλιβομένου ἐν τῇ κινήσει τε καὶ περιφορᾷ τοῦ ἀναφέροντος αὐτὸ θερμοῦ εἰς τὸ ἄνω.” ἀλλ’ οὐ περὶ τοῦ ἀναφερομένου βαρέος τε καὶ ὑγροῦ τῷ Ἀριστοτέλει λόγος ἐστίν, ἀλλὰ περὶ τοῦ ἐν αὐτῷ τῷ ὑπεκκαύματι γινομένου καὶ μεταβάλλοντος. ὅτι γὰρ ἄν, φησί, βαρύνηται μόριον αὐτοῦ δηλονότι τοῦ ὑπεκκαύματος, ἢ εἴ τι μεταβάλοι μόριον καὶ γένηται βαρύ· ὥστε οὐ περὶ τοῦ συναναφερομένου τῷ κούφῳ βαρέος καὶ ὑγροῦ φησιν, ἀλλὰ περὶ τοῦ ἄνω γινομένου βαρέος καὶ ὑγροῦ. τὸ λεγόμενον οὖν ἐστι τοιοῦτον· ὅταν τι μέρος τοῦ ὑπεκκαύματος βαρὺ γένηται καὶ ὑγρόν, ἐπειδὴ τοῦτο συνέχεται ὑπό τινων μορίων τοῦ ὑπεκκαύματος θερμοῦ καὶ κούφου, ὃ κωλύει φέρεσθαι κάτω τὸ βαρύ, συνθλιβόμενον ὑπὸ τοῦ βαρέος καὶ τῇ πιλήσει ἐκθλιβόμενον εἰς αὐτὸν τὸν ἄνω τόπον, ἐν ᾧ τὸ βαρὺ γέγονεν, ἅτε δὴ τοῦ βιαζομένου καὶ συνέχοντος ἐλευθερωθὲν τὸ βαρὺ καὶ ἀποκεκριμένον εὐθὺς κάτω φέρεται.