Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 31
Not analysed yet
Τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ συνεχὴς εσΤι. Τῇ συνηθείᾳ πάλιν ἑπόμενος πῦρ ἐκάλεσε τὸ ὑπέκκαυμα· τοῦτο μὲν οὖν, φησί, συνεχές ἐστι τῷ ἄνω στοιχείῳ, τουτέστι τῷ οὐρανίῳ· . εἴπομεν δὲ καὶ πρὸ τούτου ὅτι συνεχὲς ὠνόμασε τὸ προσεχὲς αὐτῶν καὶ ἁπτόμενον· ὁ δὲ ἀὴρ τῷ ὑπεκκαύματι συνεχής ἐστι κατ’ ἀλήθειν. ἑνὸς γὰρ καὶ πρότερον εἶπεν ἀέρος τοῦ ἀπὸ τῆς -ίῆς μέχρι σελήνης τὸ μὲν τῶν μερῶν εἶναι θερμὸν καὶ ὑγρόν, τὸ δὲ θερμὸν καὶ ξηρόν· ὥστε καὶ τὸ ὑπ’ αὐτοῦ καλούμενον ὑπέκκαυuα καλεῖσθαι ἀέρα θερμὸν καὶ ξηρόν. καὶ Πλατῶν γοῦν τὸν αἰθέρα τοῦ ἀέρος εἶναί φησι τὸ εὐαγέστατον.