Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 34.1
Not analysed yet
Ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις. τὸ μὲν οὖν γίνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχείάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι, καὶ ἰὰ ἑξῆς. Ὅτι δύναται μὴ θερμὸς ὢν ὁ ἥλιος τῇ ταχείᾳ μόνῃ κινήσει θερ- μαίνειν τὰ τῇδε, δεικνύει ἐξ ἐναργοῦς τινος λήμματος, τοῦ τὴν κίνησιν θερμαίνειν διακρίνουσαν τὸν ἀέρα καὶ μανοῦσαν, δι’ οὗ γίνεται. τούτου δὲ λαμβάνει τεκμήριον τὸ πολλάκις τήκεσθαι τὰ δι’ αὐτοῦ φερόμενα σφοδρῶς τῶν τήκεσθαι πεφυκότων, ὡς ὁ μόλιβδος ὁ τὴν ἀκίδα τοῦ βέλους τῷ ξύλῳ συνέχων· ἐκπυρουμένου γὰρ τῇ σφοδρᾷ κινήσει τοῦ ἀέρος τοῦ ὁμιλοῦντος αὐτοῖς ἐν τῇ παρόδῳ ἡ τῆξις γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, καὶ τὸ μᾶλλον ἄρα κινούμενον μᾶλλον θερμαίνει τὸν δι’ οὗ κινεῖται ἀέρα καὶ τὸ· πλησιαίτερον τοῦ θερμαινομένου μᾶλλον θερμαίνει. οἱ μὲν οὖν ἀπλανεῖς ταχυτέραν μὲν πάντων τὴν κίνησιν ἔχουσιν, ἀλλὰ πορρωτάτω δι- εστήκασι λίαν τῶν ὑπὸ σελήνην· ἡ δὲ σελήνη ἐγγυτάτω μὲν αὐτῶν ἐστιν, ἀλλὰ βραδυτέραν ἔχει τὴν κίνησιν· δεῖ δὲ καὶ τάχους καὶ τοῦ πλησιάζειν τῷ θερμαίνεσθαι μέλλοντι τὸ κινούμενον. μόνος οὖν ὁ ἥλιος οὔτε τοσοῦτον ἡμῶν ἀφέστηκεν ὅσον ἡ ἀπλανής, καὶ ταχυτέραν πολλῷ τῆς σελήνης ἔχει τὴν κίνησιν. τοῦτο δὲ τοῖς ἐναργέσι δοκεῖ μάχεσθαι· εἰ γὰρ τὸν ὅλον κύκλον ἡ μὲν σελή|νη διὰ μηνὸς ἀνύει, ὁ δὲ ἥλιος δι’ ἐνιαυτοῦ, πῶς λέγει τὸν ἥλιον τῆς σελήνης κινεῖσθαι ταχύτερον; φημὶ τοίνυν ὡς διττὴ τῶν πλανωμένων ἐστὶν ἡ κίνησις, ἡ μὲν τῇ ἀπλανεῖ συνεπαγομένων αὐτῶν ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν, ἡ δὲ τοὔμπαλιν ἐκ δυσμῶν ἐπ’ ἀνατολάς, ἣν αὐτοὶ κινοῦνται καθ’ αὑτοὺς ἢ μᾶλλον αἱ σφαῖραι τούτων. κατὰ μὲν οὖν τὴν ἰδίαν αὐτῆς ἡ σελήνη κίνησιν τοῦ ἡλίου ἐστὶ ταχυτέρα, κατὰ δὲ τὴν ἅμα τῷ παντὶ συμπεριφοράν, περὶ ἧς καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησι, πολλῷ τοῦ ἡλίου ἐστὶ βραδυτέρα. τοῦ γὰρ ἡλίου μείζονα κινουμένου κύκλον, τῆς δὲ σελήνης ἐλάττονα, ὅμως ἐν ἴσῳ χρόνῳ συναποκαθίστανται· τοῦτο δὲ οὐ γίνεται, εἰ μὴ ταχύτερον ὁ τὸν μείζονα κύκλον ἐπέχων ἐκινεῖτο, καὶ τοσοῦτον ταχύτερον, ὅσον καὶ ὁ κύκλος τοῦ κύκλου μείζων ἐστίν. εἰ δὲ τὴν ἀπὸ τῆς γῆς ἀπόστασιν ὁ ἥλιος ἐγγὺς εἰκοσαπλασίονα διέστηκε τῆς σελήνης, ὡς καὶ πρότερον εἴπομεν, οὐκοῦν καὶ τὸν κύκλον ἐφ’ οὗ ὁ ἥλιος τοῦ κύκλου τοῦ ἐφ’ οὗ ἡ σελήνη τοσοῦτον ὑπερέχειν ἀνάγκη· ὡς γὰρ ἡ διάμετρος ἔχει πρὸς τὴν περίμετρον. τοῦτο καὶ Ἄρατος εἶπεν ἐπὶ τοῦ κριοῦ καὶ τῆς κυνὸς οὐρᾶς, τοῦ μὲν ἐν μεγίστῳ κύκλῳ ὄντος τῷ ἰσημερινῷ, τῆς δὲ ἐν ἐλαχίστῳ, ἅμα δὲ ὅμως ἀποκαθισταμένων· αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθο· . ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου. καὶ ἄλλως διά τὸ τὴν ἰδίαν κίνησιν ταχυτέραν τοῦ ἡλίου ποιεῖσθαι τὴν σελήνην, διὰ τοῦτο μετὰ τοὺ παντὸς βραδυτέραν ἔχει. ἐν μὲν γὰρ τῇ κινήσει τῆς ἀπλανοῦς αὐτῆς καθ’ αὑτὴν κατὰ τὴν ἰδίαν κίνησιν τῆς σελήνης ὑπονο στούσης εἰς τοὔμπαλιν ἀνάγκη πάντως συνανατέλλουσαν τῷ ἡλίῳ μὴ συνδύνειν αὐτῷ, ἀλλ’ ὑστερεῖν μέχρις ἂν ὃ ὑπενόστησε διάστημα κατὰ τὴν ἰδίαν κίνησιν συμπεριενεχθῇ τῇ ἀπλανεῖ μέχρι τῆς δύσεως. ἀλλ’ εἰ ἡ κίνησις, ἐρεῖ τις, τῶν οὐρανίων θερμαίνει, διὰ τί μὴ καὶ ἐν νυκτὶ θερμαίνεται τὰ ἐνταῦθα, οὐδὲν ἧττον καὶ τότε τῶν σφαιρῶν κινουμένων, ἀλλὰ μόνην τὴν τοῦ ἡλίου κίνησιν αἰτιώμεθα; καὶ τοῦτο δὲ διέλυσεν ὁ Ἀριστοτέλης εἰπὼν μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν, τὸν ἀέρα δηλονότι, στερεὸν λέγων τό τε τοῦ ἡλίου σῶμα καὶ τῶν ἄλλων ἀστέρων. καὶ γὰρ λίθος κινούμενος θερμαίνει τὸν ἀέρα μᾶλλον ἢ τυχὸν ἢ ἔριον ἤ τι τοιοῦτον· εἰκότως οὖν καὶ ὁ ἥλιος στερεὸς ὢν τῇ ἑαυτοῦ κινήσει θερμαίνει μᾶλλον ἡμάς τῶν λοιπῶν. τὰ μὲν οὖν Ἀριστοτέλους καὶ τῶν ὑπ’ αὐτὸν τοιαῦτα· δεῖ δὲ καὶ ἡμᾶς τὰ πρὸς ἕκαστον ἐνιστάμενα λέγειν ὑπὲρ ἀληθείας τὸν λόγον ποιουμένους. πρῶτον μὲν οὗν τί καλεῖ νῦν στερεόν, ζητητέον, πότερον τὸ τριχῇ διαστατόν, ὃ πρὸς ἀντιδιαστολὴν λέγεται τῶν ἐπιπέδων στερεόν, ἢ τὸ ἀντίτυπον καὶ τῇ ἁφὴ μὴ ὑπεῖκον, ὡς καὶ Πλάτων· στερεὰ γὰρ εἶναι τὰ οὐράνιά φησιν ὡς μετέχοντα γῆς· μόνην γὰρ τῶν στοιχείων εἶναι τὴν γῆν στερεὸν σῶμα. τὸ μὲν οὖν πρότερον ἀδύνατον· πάντα γὰρ τὰ οὐράνια σώματα τριχῇ διέστη. λείπεται οὖν τὸ ἀντίτυπον καὶ τῇ ἁφῇ μὴ εἶκον καλεῖσθαι νῦν στερεόν, ὡς καὶ τὴν γῆν στερεὰν εἶναί φαμεν, οὐκέτι δὲ τὸν ἀέρα καὶ τὸ ὕδωρ ἢ τὸ πῦρ ὡς εἴκοντα τῇ ἁφῇ καὶ ῥευστά. εἰ οὖν τοῦτο καλεῖ νῦν στερεόν, τὸ σκληρὸν καὶ ἀντίτυπον, ταύτας δὲ πάσας τὰς ἀντιθέσεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ὑπὸ τὸ θερμὸν τέταχε καὶ ψυχρὸν ξηρόν τε καὶ ὑγρόν, πρῶτον μὲν ἀνάγκη καὶ τὰ οὐράνια τῶν δύο τούτων μετέχειν ἀντι- θέσεων, ὧν καὶ τὰ ὑπὸ σελήνην πάντα μετέχει, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ· καὶ λέληθεν ἑαυτὸν ὁ Ἀριστοτέλης τοῖς ἐκ τῶν τεσσάρων ἐκεῖνα συντιθεῖσι συμφωνῶν, ἐκ πλείστου δὲ τὰ ἄστρα πυρός. δεύτερον εἰ ἑκάστη τῶν σφαιρῶν καὶ τῶν ἄστρων ἕκαστον ἰδίῳ σχήματι τῷ σφαιρικῷ περιγράφεται, δῆλον ὡς ἀνάγκη στερεὸν εἶναι καὶ ἀντίτυπον τῶν οὐρανίων ἕκαστον· σφαιρικὰ γάρ ἐστι πάντα. εἰ γὰρ μὴ τοιοῦτον, οὐκ ἐφύλαττεν ἐν τῇ οὕτως ὀξεία κινήσει τὸ ἴδιον σχῆμα. τὰ γὰρ μὴ ἀντίτυπα, μαλακὰ δὲ τὴν φύσιν καὶ ὑγρὰ καὶ τοῖς ἁπτομένοις ῥᾳδίως εἴκοντα σχῆμα οὐκ ἔχουσιν ἴδιον, δυσόριστα μὲν ἰδίῳ ὅρῳ τὴν φύσιν ὄντα, ἀλλοτρίῳ δὲ καὶ τῷ τοῦ περιέχοντος ὁριζόμενα σχήματι, οἷός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ. εἰ οὖν ἑκάστη τῶν οὐρανίων σφαιρῶν καὶ τῶν ἀστέρων ἕκαστος ἰδίῳ περιγράφεται σχήματι καὶ τοῦτο ἔχει μηδενὶ τῶν ἀντιβαινόντων μηδὲ τῇ τοσαύτῃ ῥύμῃ παρατρεπόμενον, στερεαί που πάντως εἰσὶ καὶ αὐταὶ αἱ σφαῖραι καὶ οἱ ἀστέρες οἷα ἀντίτυποι. τούτου δὲ οὕτως ἔχοντος, εἰ τὸ στερεὸν τῆς οὐσίας τοῦ ἡλίου αἴτιον εἶναι νομίζει τοῦ τῇ ἑαυτοῦ κινήσει τὸν ἀέρα θερμαίνειν, πολλῷ μᾶλλον ἔδει τὰς σφαίρας τοῦτο ποιεῖν, ὅσῳ καὶ τοῦ ἡλίου ἀπείρῳ μεγέθει σχεδὸν ὑπερβάλλουσι, καὶ τὴν σελήνην ὁμοίως μᾶλλον τῶν ἄλλων πλησιάζουσαν τοῖς ὑπ’ αὐτὴν σώμασι καὶ ἁπτομένην αὐτῶν ὁ γὰρ ἥλιος τὴν μέσην ἐπέχων ζώνην οὐδ’ ὅλως τῶν ὑπὸ σελήνην ἅπτεται σω- μάτων, τρεῖς ἔχων σφαίρας τῶν πλανωμένων μετ’ αὐτόν, τὴν Ἑρμαϊκήν, τὴν τοῦ στίλβοντος, τὴν ἰῆς σελήνης· οὐδὲν δὲ τῶν φύσει ποιούντων ἄνευ ἁφῆς εἰς ἕτερον δρᾷ. ποιεῖ μὲν γὰρ εἰς ἡμᾶς τὸ πῦρ ἐν τοῖς βαλανείοις οὐκ ἀμέσως, ἀλλὰ πρῶτον τὰς παρακειμένας αὐτῷ θερμαῖνον πλίνθους· αὗται δὲ τὸν μετ’ αὐτὰς ἀέρα θερμαίνουσι προσεχῆ ὄντα, κἀκεῖνος πάλιν ἡμᾶς. ὥστε εἰ τῇ κινήσει μόνῃ καὶ μὴ τῇ ποιότητι διὰ μέσου τῶν ἑξῆς σφαιρῶν τὰ ὑπὸ σελήνην ὁ ἥλιος θερμαίνει, πρῶτον ἄρα τὰς μετ’ αὐτὸν σφαίρας θερμαίνει, ἵν’ οὕτω θερμανθεῖσαι καὶ αὗται τὸν ἀέρα θερμάνωσι. παθηταὶ οὗν ἔσονται. εἰ δ’ ἀπαθεῖς κατ’ αὐτὸν ἐκεῖναί εἰσιν, οὐ θερμαίνει τὰ μεταξύ, ἵνα δι’ αὐτῶν τὸν ἀέρα θερμάνῃ, εἴ γε καὶ Ἀριστο|τέλει δοκεῖ τὰ φυσικὰ σώματα μὴ ἄνευ τῆς ἁφῆς ποιεῖν εἰς ἄλληλα. οὐκ ἄρα τὴν τοῦ ἡλίου κίνησιν αἰτιατέον τῆς ἐνταῦθα γινομένης θερμότητος, ἀλλ’ ἡ τὰς τῶν σφαιρῶν ὅλων κινήσεις, ἡ εἰ τοῦτο προφανές ἐστι ψεῦδος (φαίνεται γὰρ ὁ ἥλιος θερμαίνων τὰ πλησιάζοντα) πᾶσά πως ἀνάγκη φύσει θερμὸν ὄντα ποιότητι δρᾶν εἰς τὰ ὑποκείμενα, ὡς καὶ τὸ πῦρ. κἀκεῖνο δὲ πρὸς τοῖς εἰρημένοις σκοπῆσαι δίκαιον, εἰ στερεὰ μὲν πάντα τὰ ἄστρα, δεῖ δὲ μετὰ τοῦ στερεοῦ πρὸς τὸ θερμᾶναι καὶ τάχους κινήσεως, ὁ δὲ ἥλιος ὀξύτερον ἤπερ ἡ σελήνη κινεῖται καθ’ ὃν ὑπεθέμεθα τρόπον, καὶ διὰ τοῦτο τῆς ἐνταῦθα γινομένης ἐκ τῶν οὐρανίων θερμότητος τὴν τοὺ ἡλίου κίνησιν αἰτίαν εἶναί φησι καὶ οὐχὶ τὴν τῆς σελήνης· ἀλλ’ ἐπειδὴ μετὰ τοῦ στερεοῦ καὶ τοῦ τάχους καὶ πλησίον εἶναι δεῖ τὸ κινούμενον τοῦ κινοῦντος, καὶ ὁ μὲν ἥλιος μεγίστην ἐξ ἡμῶν ἀφέστηκε διάστασιν, ἡ δὲ σελήνη συνεχής ἐστι τῷ ὑπ’ αὐτὴν ἀέρι, ἔστι δὲ ἡ μὲν τοὐ ἡλίου ἀπόστασις εἰκοσαπλασίων τῆς σελήνης, ὡς ἔμπροσθεν εἴπομεν, ὅπερ δὲ ὑπολείπεται τοῦ ἡλίου παλινδρομοῦσα κατὰ τὴν αὐτὴν κίνησιν κατὰ μίν ἡμέραν συμπεριαγομένη τῇ ἀπλανεῖ, μικρόν τι ζῳδίου μέρος ἐστίν, οὐδὲν ἄρα τὸ βραχὺ τοῦτο τοῦ τάχους ὃ ὑπολείπεται τοῦ ἡλίου ἡ σελήνη, ἐμποδίζειν ἦν δυνατὸν πρὸς τὸ τὰ τῇδε θερμαίνεσθαι ὑπὸ τῆς σεληνιακῆς κινήσεως συνεχῆ ὄντα ταύτῃ, ὅσον ἡ ἀσύμμετρος πρὸς τὸ **τοῦ ἡλίου ἀπόστασις. προσθήσω δέ, καθάπερ ἔφθην εἰπών, ὅτι καὶ ἅπτεσθαι δοκεῖ πάντως τὸ φυσικῶς ἐνεργοῦν τοῦ πάσχοντος, ὅπερ τῶν ἄστρων μόνῃ πρόσεστι τῇ σελήνη. εἰ οὖν ἐν νυκτὶ πανσέληνος οὖσα μὴ θερμαίνει ἡμᾶς τοσοῦτον ὅσον ὁ ἥλιος. οὐκ ἄρ ἡ κίνησις αὐτοῦ αἰτία ἐστι τῆς ἐνταῦθα γινομένης θερμότητος. εἰ γὰρ καὶ θερμαίνει ποτὲ ἡ σελήνη, ἀλλ’ οὐχὶ διὰ τὴν κίνησιν αὐτῆς τοῦτο γίνεται, ἐπεὶ καὶ ἀφώτιστον οὖσαν θερμαίνειν ἐχρῆν, ἀλλὰ διὰ τὸ φῶς· πανσέληνος γὰρ ἡ ἐγγὺς οὖσα μόνον αὕτη θερμαίνει· τὸ φῶς ἄρα μόνον αὐτῆς θερμαίνει καὶ οὐχ ἡ κίνησις. τὸ δὲ φῶς ἐξ ἡλίου δέχεται· καὶ ἡ τοῦ ἡλίου ἄρα θέρμη ἐκ τοῦ φωτὸς αὐτοῦ τοῖς τῇδε συμβαίνει. καὶ ἐπειδὴ μὴ καθαρὸν καὶ εἰλικρινὲς δέχεται τοῦ ἡλίου τὸ φῶς, ἀλλ’ ἀμυδρὸν καὶ ὅσον ἴνδαλμα τούτου ὡς ἐξ ἀνακλάσεως ἀκτίνων αὐτοῦ τινων τὸ φῶς δεχομένη δίκην ἐσόπτρου, εἰκότως καὶ ἡ ἐκ τοῦ φωτὸς τῆς σελήνης τοῖς τῇδε γινομένη θερμότης ἀμυδρά τέ ἐστι καὶ ἀσθενής. εἰ οὖν τὸ ἐξ ἀνακλάσεως ἐν αὐτῇ γενόμενον φῶς τὸν ἀέρα θερμαίνει, πολλῷ μᾶλλον τὸ εἰλικρινὲς τοῦ ἡλίου φῶς τῆς ἐνταῦθα θέρμης αἴτιόν ἐστι, καὶ οὐχ ἡ σὺν τῇ ἀπλανεῖ τούτου περιφορά. συμπέφυκε δὲ τῷ φωτὶ τὸ θερμόν· καὶ γὰρ τῷ πυρὶ σύνεστι. δέδεικται γὰρ διὰ τούτων ὅτι ποιότητι καὶ οὐ τῷ τάχει τῆς κινήσεως ὁ ἥλιος θερμαίνει τὰ παρ’ ἡμῖν. εἰ δὲ καὶ αἱ τῶν ἀκτίνων ἀνακλάσεις τοῦ ἡλίου σφοδροτέραν τὴν ἐξ αὐτοῦ γινομένην ἡμῖν ποιοῦσι θερμότητα, οὐκ ἀπάλλαξις τοῦτο τοῦ καὶ αὐτὴν θερμαίνειν ἡμᾶς κατὰ ποιότητα, ἐπεὶ καὶ τοῦ πυρὸς ἀκτῖνες τοῖς λίθοις προσπίπτουσαι ἢ σώμασιν, ἐσόπτροις φέρε καὶ ἀργύρῳ κεκαθαρμένῳ καὶ ὕδασιν, ὁμοίως ἐξ αὐτῶν ἀνακλώμεναι πρὸς ἡμᾶς λίαν ἡμᾶς ἀνιῶσιν ἐκφλέγουσαι, ἀλλ’ οὐ διὰ τοῦτο τοῦ θερμαίνειν καὶ χωρὶς ἀνακλάσεως τὸ πῦρ ἀφαιρήσομεν. τί οὖν θαυμαστὸν καὶ ἐπὶ τοῦ ἡλίου ταὐτὸ τοῦτο συμβαίνειν καὶ τὴν ἐξ αὐτοῦ γινομένην τῇ ποιότητι θερμασίαν ἐπιτείνεσθαι διὰ τῆς τῶν ἀκτίνων ἀνακλάσεως. ἐπειδὴ δὲ παραλόγως τινὲς στερεὸν εἶναί φασι τὸν ἥλιον Ἀριστοτέλη λέγειν τὸν μὴ διαφανῆ αἱ μὲν γὰρ σφαῖραι διαφανεῖς, τῶν δὲ ἄστρων οὐδέν· ἐπιπροσθεῖ γοῦν τὰ ὑποκάτω κάτω τοῖς ἐπάνω, ὅταν ὑπὸ μίαν αὐτοῖς γένωνται κάθετον, ὡς καὶ ὁ ἥλιος ἐκλείπει τῆς σελήνης αὐτὸν ὑποτρεχούσης), ἐροῦμεν καὶ ἡμεῖς ὡς πρῶτον μὲν παρακέχρηνται τοῖς ὀνόμασιν ἐφ’ ἑτέρας αὐτὰ σημασίας μετάγοντες, ἀντὶ τοῦ στερεοῦ τὸ μὴ διαφανὲς ἀκούοντες καὶ τὸ διαφανὲς οὐ στερεὸν εἶναι λέγοντες. ἔπειτα πολλοὶ τῶν στερεμνιωτάτων λίθων εἰσὶ διαφανέστατοι καὶ ἡ ὕελος· οὐκοῦν οὐ θερμαίνουσι ταῦτα τὸν ἀέρα δι' αὐτοῦ κινούμενα, διότι οὕτως ἐστὶ στερεὰ διαφανῆ ὄντα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· ὁρᾶται γὰρ τὰ ἐκ τούτων τριβόμενα καὶ μάλιστα τὰ ἐξ ὑέλου σχεδὸν ἐκπυρούμενα τῇ θερμότητι. στερεὸν ἄρα καὶ Ἀριστοτέλης εἴρηκε τὸ σκληρὸν καὶ ἀντίτυπον καὶ τοῖς ἀντιβαίνουσιν οὐχ ὑπεῖκον· τὰ γὰρ τοιαῦτα τῇ κι- νήσει θερμαίνει συνθλίβοντα τὸν ἐναπολαμβανόμενον ἀέρα. διὰ τοῦτο γοῦν οὐδ’ οἱ τυχόντες τῶν λίθων τριβόμενοι πῦρ ἅπτουσι· θερμαίνουσι μὲν γὰρ πάντες παρατριβόμενοι, ἐξάπτουσι δὲ πῦρ οἱ πυκνότατοι μόνοι καὶ στερεώτατοι. καὶ ἐπὶ σιδήρου πάλιν ὁμοίως· εἰ μὴ γὰρ ᾖ λίαν πυκνὸς καὶ κατεσκληκὼς σίδηρος οὐχὶ ἅπτει πῦρ τριβόμενος· τοῦτο δὲ ἵνα μὴ φεύγῃ διὰ τῶν πόρων ὁ ἐναπειλημμένος τοῖς παρατριβομένοις λίθοις ἀὴρ καὶ κινούμενος ἐξ αὐτῶν, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς μένων ἐξάπτηται τῇ συνεχεῖ κι- νήσει. ἐν γὰρ τοῖς μανωτέροις ἄλλου μὲν διὰ τῶν πόρων ἐξιόντος ἀέρος, ἄλλου δὲ πάλιν ἐναπολαμβανομένου συμβαίνει μὴ ἕνα καὶ τὸν αὐτὸν κατὰ συνέχειαν τρίβεσθαι, ἄλλοτε δ’ ἄλλον, τοῦ προτέρου διὰ τῶν πόρων, ὡς εἶπον, φεύγοντος ἀεὶ τὸ κινοῦν καὶ συνεξιόντος πρὶν ἐξαφθῆναι τὴν συνέχειαν τῆς κινήσεως. διότι τοιοῦτον εἶναι βούλεται καὶ τὸν ἥλιον ὁ Ἀριστοτέλης, ἵνα τῇ κινήσει τὸν αὐτὸν ἀέρα κινῶν ἀεὶ θερμαίνῃ. ἀλλ’ εἰ παράτριψις γίνεται διὰ τῆς ἁφῆς τοῦ τρίβοντος, ἀδύνατον δὲ τὸν ἥλιον ἅφασθαι τοῦ ἀέρος τοσούτοις μεταξὺ σώμασιν αὐτοῦ διειργόμενον, οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις τῆς ἐνταῦθα θερμότητός ἐστιν αἰτία. εἰ οὖν θερμαίνει φανερῶς, μόνῃ ἄρα θερμαίνει ποιότητι, εἰ μή τινες μυθικῶς εἰς ἄλλας ἄλλας αἰτίας ἀφανεῖς καὶ ἀγνώστους ἡμᾶς ἀναπέμποιεν καινότητας, οἵας καὶ ὁ Δαμάσκιος εἰς Ἀλέξανδρον ἀναφέρει. εἶναι γὰρ τἀς ἐν τῷ οὐρανῷ δυνάμεις ἰδιοτρόπους ποιητικὰς τῶν κάτω παθῶν, τὰ δὲ κάτω σώματα δέχε- σθαι αὐτὰς εὐπαθῶς· τὴν μὲν τοῦ Κρόνου συνεκτικὴν εἰς ψυχρότητα ἀποτελευτᾶν, τὴν δὲ Ἄρεος διακριτικὴν εἰς πυρὸς ἀσύμμετρον ζέσιν, τὴν Δῖός εἴς τινα συμμετρίαν τῶν ἄκρων τὴν ἡλίου εἰς παθητικοῦ φωτὸς ἀναφλόγωσιν, καὶ τὴν μὲν σελήνην εἰς διάχυσιν ὑγροτέραν, τῆς δὲ Ἀφροδίτης ἰδιότητα εἰς σύνοδον μονιμωτέραν, τὴν δὲ Ἑρμοῦ εἰς κοινωνίαν τῶν ἄκρων. καὶ οὐκ αἰδοῦνται οἱ ταῦτα λογοποιοῦντες τὰ μὲν οὕτως ἐναργῆ διαγραφομενοι τῇ θερμότητι τῇ ἰδίᾳ τὸν ἥλιον δρᾶν (τὰ γοῦν πλησιάζοντα αὐτῷ ἐκφλογώσας ἀοίκητα πεποίηκε, τὰ δὲ λίαν διεστῶτα καὶ τῆς ἀλέας αὐτοῦ στερόμενα τῇ ψύξει νενεκρωμένα ἄγονα καὶ ἔρημα καταλέλοιπεν), εἰς μύθους δὲ τραπόμενοι ἠγνόησαν κἀκεῖνο λίαν ἄτοπον, ὅτι περὶ φυσικῶν πραγμάτων ζητοῦντες φυσικὰς ἀποδιδόναι τὰς αἰτίας ὀφείλομεν.