Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 35
Not analysed yet
Τὸ δὲ μάλιστα γίνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερμότητα 86 v εὔλογον, λαμβάνοντας τὸ ὅμοιον ἐκ τῶν παρ᾿ ἡμῖν γινομένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίνεται θερμός. καὶ τοῦτο εὐλόγως συμβάίνει· μάλιστα γαρ η του στερεου οιακρινει κινησις αυτον. Ἅμα τῷ ἡλίῳ, τουτέστιν ἅμα τῷ ἀνατεῖλαι αὐτόν. ὅσον μὲν οὖν ἐπὶ τῇ περιφορᾷ τῶν οὐρανίων ἐχρῆν καὶ ἐν νυκτὶ θερμαίνεσθαι τὰ ὑπὸ σελήνην ἅπαντα· κινεῖ γὰρ τὸν ἀέρα καὶ ὑπὸ γῆν ὁ ἥλιος ὤν. ἀλλ’ ὥσπερ, φησίν, ἐν τοῖς ἐνταῦθα βίᾳ φερομένοις, οἷον λίθοις ῥηγνυμένοις ἢ καὶ τοῖς παρατριβομένοις τῶν λίθων, ἐξ ὧν τὸ πῦρ ἅπτεται, ὁ πλησιάζων αὐτοῖς ἀὴρ θερμαίνεται μάλιστα, οὕτω δήπου καὶ ἐπὶ τοῦ ἡλίου γίνεται· στερεὸς γὰρ ὢν τὰ πλησιάζοντα αὐτῷ μάλιστα κινουμένῳ θερμαίνει. νύκτωρ μὲν οὖν τὸν ὑπὸ γῆν θερμαίνει ἀέρα, ἐν ἡμέρᾳ δὲ τὸν παρ’ ἡμῖν. εἰ δὲ ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι βούλεται, τί τοῦ πυρὸς ἐναργέστερον ἅμα τῷ φανῆναι θερμαίνοντος τὰ πλησιάζοντα; ἀλλὰ τὰ φανερὰ φεύγων ἐπὶ τοὺς ἀφανεῖς καταφεύγει μάρτυρας. θερμαίνει μὲν γὰρ ἡ κίνησις τῶν στερεῶν· εἰ δὲ ἐντεῦθεν <τὰ> · ἡμῖν ἐθερμαίνετο. ἡ παντὸς τοῦ οὐρανίου σώματος κίνησις στερεωτάτου ὄντος ἀεὶ τὰ παρ’ ἡμῖν ἐθέρμαινε καὶ ἐν καιρῷ παντί, ὅπερ οὐ γίνεται. ποιότητι ἄρα τοῦ ἡλίου καὶ μόνῃ τὸ πάθος ὑφίσταται.