Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 37.1
Not analysed yet
Σημεῖον δ’ ἱκανὸν ὅτι ὁ ἄ‘νω τόπος οὐκ ἔστι θερμὸς 86 v οὐδ’ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων. ἐκεῖ μὲν γὰρ οὐ γίνονται, κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον ἐκπυροῦται θᾶττον. Ἀστέρων διαδρομὰς λέγει τοὺς καλουμένους διᾴττοντας ἐκ τοῦ διᾴττειν ὠνομασμένους, ἀποχρώμενος τῇ τῶν πολλῶν περὶ τοὔνομα συνηθείᾳ. ὅτι μὲν οὖν οὐκ ἔστι πύρια τὰ οὐράνια σώματα, σημείῳ νῦν χρῆται τῷ μὴ φαίνεσθαι διᾴττοντας ἐκεῖ γενομένους. καίτοι, φησίν, εἴπερ ἦν ἐκ πυρὸς ἐκεῖνα, μᾶλλον ἐχρῆν ἐκεῖ τὰ πάθη γίνεσθαι ταῦτα, τῆς ὀξυτάτης αὐτοῦ κινήσεως ἐκπυροῦν ἱκανῆς οὔσης τὰ παραπίπτοντα, εἴπερ τοιαύτης φύσεως ἦν τὰ κινούμενα. πρὸς ταῦτα δὲ λέγειν δυνατὸν ὅτι στερεά ἐστι πάντα ἐκεῖνα τὰ σώματα, γῆς μετέχοντα κατὰ Πλάτωνα, τοῦ στερεμνιωτάτου τῶν στοιχείων· διὸ καὶ ἰδίῳ πάντα περιγράφεται σχήματι, καθὰ καὶ πρὸ τούτου δέδεικται. εἰ γὰρ καὶ πλεονάζει τὸ πῦρ ἐν αὐτοῖς, ὡς δοκεῖ Πλάτωνι, ἀλλὰ συμπεπίληται τὸ ὅλον διὰ τὴν σύνθεσιν, ὡς καὶ τὰ παρ’ ἡμῖν ἐκ τῶν στοιχείων συγκείμενα· οὐδὲν γὰρ αὐτῶν ῥυτὴν ἔχει τὴν σύστασιν, κἄν θερμότατα ᾖ, ὡς τὸ καστόριον καὶ τὸ εὐφόρβιον πέπερί τε καὶ σίνηπι καὶ εἴ τι τοιοῦτον· διόπερ οὐδὲν αὐτῶν ἀποσπινθηρίζει, κἂν λίαν αὐτὰ κινήσειέ τις. τὸ δὲ ὑπέκκαυμα καὶ ὁ μετὰ τοῦτον ἀὴρ καὶ τὸ ὕδωρ οὐ συμπεπίληται μέν, εὐδιαίρετα δέ ἐστιν ἀπὸ τῆς τυχούσης αἰτίας σκεδαννύμενα· ὅθεν ἴδιον μὲν ὅρον οὐδὲ σχῆμα τούτων οὐδὲν ἔχει, τῷ περιέχοντι δὲ συσχηματίζονται, καὶ τὰ μόρια δὲ τούτων ἐν τῷ ὅλῳ τοὺς τόπους ἀμείβει τῆς τυχούσης αὐτῶν γινομένης κινήσεως. ὅθεν ἐκ τῆς παραπιπτούσης αἰτίας ὑπομένει τὰ εἰρημένα πάθη ψυχόμενα, θερμαινόμενα, πηγνύμενα, μέρη τινὰ ἑαυτῶν ἀποβάλλοντα, καὶ τῶν γειτνιαζόντων μόρια προσλαμβάνοντα. οὐκ ἀναγκαῖον ἄρα πρὸς τὸ μὴ εἶναι πύρια τὰ |κατ’ οὐρανὸν τὸ προκείμενον ἐπιχείρημα· σύνθετα γάρ ἐστι καὶ οὐχ ἁπλᾶ. ὅτι δὲ μὴ ἀστέρες εἰσὶν οἱ διατρέχοντες, δῆλον μὲν τῷ καὶ σμικρὸν ἐπιστῆσαι τοῖς γινομένοις δυναμένῳ· οὐχ ἄχρηστον δ’ ὅμως καὶ βραχέα ἡμᾶς εἰπεῖν. πρῶτον μὲν γὰρ ἀνεγράφησαν τοῖς ἀστρονόμοις οἱ ἐπιφανέστεροι τῶν ἀστέρων μέχρις ἕκτου μεγέθους, καὶ οἱ αὐτοὶ ἀεὶ ἐν τοῖς αὐτοῖς εὑρίσκονται τόποις, ἀριθμόν τε τὸν αὐτὸν καὶ τάξιν φυλάττοντες μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ εἴ τι ἄλλο περὶ αὐ· τοὺς τεθεώρηται. εἰ δὲ καὶ δοκοῦσιν ὡς ἀπό τινων ἀστέρων ἐξιόντες ποτὲ διαίσσειν, ἀλλὰ πλάνη τοῦτο τῆς ὄψεως ἐστιν· ὑποτρέχοντα γάρ τινας ἀστέρας καὶ τὰ καθ’ ἕτερον εὑρισκόμενα τούτων τὰ ἐκ- πυρούμενα μέρη τοῦ ὑπεκκαύματος, ἐπειδὰν αἰφνίδιον ἐκφλογωθῇ καὶ δια- δράμῃ, δόκησιν τοῖς πολλοῖς παρέχεται τοῦ ἐξ ἐκείνου τοῦ ἀστέρος ᾧ κατὰ κάθετον ἦσαν, διαδραμεῖν. κατανοήσας οὗν μετὰ τὴν διαδρομὴν ὄψει μηδὲν ἐν τῷ ἀστέρι πάθος γενόμενον, ἀλλὰ καὶ περὶ ἡμᾶς ὄντα κάτω τὸν διᾴττοντα, καθὰ καὶ ταῖς ὄψεσιν ἡμῶν ὑποπίπτει †ὡς καὶ ἡ τοῦ τάχους αὐτῶν ὀξυτέρα κινεῖσθαι τῆς ἀπλανοῦς· κάτω γὰρ περὶ ἡμᾶς ὄντες καὶ ἐκ μικροῦ κινούμενοι διαστήματος θᾶττον ἡμᾶς διαλλάττουσι. καὶ γὰρ εἰ δύο πτηνὰ φέροιντο τὸ μὲν ὑψηλότατον οἷον ἀετός, τὸ δὲ χθαμαλώτατον οἶον κολοιὸς ἢ κορώνη, ὧν τὸ μὲν ὀξυτάτην ἔχει τὴν κίνησιν τὸ δὲ βραδυτάτην, τὸ κατώτερον θᾶττον τοῦ ἄνω κινεῖσθαι παρέξει ὑπόνοιαν, ὡς ἐπὶ περιφερείας ἐλάττονος κινούμενον.