Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 36
Not analysed yet
Διά ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι τῇ κινήσει πολλάκις καὶ φέρεσθαι κάτω βίᾳ. Δευτέραν αἰτίαν ἀποδίδωσι τοῦ θερμαίνεσθαι τὸν παρ’ ἡμῖν ἀέρα· ἡ γὰρ τοῦτον περιέχουσα τοῦ ὑπεκκαύματος σφαῖρα, ἣν πάλαι συνήθως ὠνόμασε πῦρ, ὑπὸ τῆς τῶν οὐρανίων περιφορᾶς συνεφελκομένη βιαίως διαρραίνεται, φησί, τῇ κινήσει, τουτέστι μόριά τινα βιαίως αὐτῆς ἐξακοντίζεται κάτω, καὶ τὸν ἀέρα θερμαίνουσιν εἰς ὃν φέρονται, ὡς εἰ λεκάνην ὕδατος κινήσειέ τις βιαιότερον, καὶ μόρια τούτου τῇ κινήσει, ὅπῃ καὶ τύχῃ, διαρραίνοιτο ἀλλαχοῦ. τοῦτο δὲ δῆλον ὡς οὐκ ἀεὶ συμβήσεται οὐδὲ ἐν τοῖς αὐτοῖς τόποις, ἀλλ’ ὡς ἂν τύχοιεν, οὐκ ἐν ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν νυκτί. τέτα- κται δὲ χειμὼν καὶ θέρος τῇ ἀποστάσει τοῦ ἡλίου καὶ τῷ πλησιάζειν ἡμῖν συνιστάμενα. διὰ τί δὲ καὶ τὰ περὶ τοὺς πόλους ἀεὶ κατέψυκται καὶ μὴ ἐκ τοῦ ὑπεκκαύματος θερμαίνεται; τὴν τοιαύτην οὖν θερμασίαν οὐδενὶ ἄλλῳ παρέχειν ἐνδέχεται εἰ μὴ [ἐν] τῷ ἡλίῳ καὶ μόνῳ.