Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 43.1
Not analysed yet
Διαφέρει δ᾿ ἤδη κατὰ τὴν τοῦ ὑπεκκαύματος θέσιν ἢ τὸ πλῆθος· ἐὰν μὲν γὰρ πλάτος ἔχῃ καὶ μῆκος τὸ ὑπέκκαυμα, πολλάκις ὁρᾶται καιομένη φλὸξ ὥσπερ ἐν ἀρούρᾳ καιομένης καλάμης, ἐὰν δὲ κατὰ μῆκος μόνον, οἱ καλούμενοι δαλοὶ καὶ αἶγες καὶ ἀστέρες. ἐὰν μενοῦν πλέον τὸ ὑπέκκαυμα ᾖ κατὰ τὸ μῆκος ἢ τὸ πλάτος, ὅταν μὲν οἷον ἀποσπινθηρίζῃ ἅμα καιόμενον (τοῦτο δὲ γίνεται διὰ τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ) αἲξ καλεῖτα, ὅταν δ’ ἄνευ τούτου τοῦ πάθους, δαλός. Δῆλον ἐκ τῶν προκειμένων ὅτι μὴ τὸ ποιητικὸν αἴτιον, τουτέστιν ἡ κυκλοφορία τῶν οὐρανίων, αἰτία ἐστὶ τῆς διαφορᾶς τῶν ἐν τῷ ὑπεκκαύματι γινομένων παθῶν μία γάρ ἐστιν αὕτη καὶ ἀπαράλλακτος ἀεί), ἀλλ’ ἡ ὕλη καὶ τὸ ὑποκείμενον, τουτέστιν ἡ ἐκεῖσε ἀναφερομένη ἀναθυμίασις καὶ ταύτης τό τε πλῆθος καὶ ἡ σμικρότης καὶ τὸ συνεχὲς αὐτῆς ἢ διεσπασμένον ἥ τε κατὰ μῆκος θέσις ἢ πλάτος ἢ βάθος καὶ ἡ πρὸς ἄλληλα τούτων σχέσις. μῆκος μὲν οὖν τινες λέγειν αὐτὸν ἀκηκόασι τὴν ἐξ ἀνατολῶν ἐπὶ δύσιν αὐτῆς διάστασιν, πλάτος δὲ τὴν ἐπὶ βορρᾶν καὶ νότον. ἀκόλουθον δ’ ἂν εἴη τούτοις καὶ βάθος εἶναι τὴν ἐπὶ τὸ ἄνω καὶ κάτω θέσιν αὐτῆς, τουτσετι τὴν ἐπὶ τὸ μέσον καὶ τὸ πέριξ· ἀλλ’ ἐπειδήπερ οὔτε Ἀριστοτέλης φαίνεται τῇ διαστολῇ ταύτῃ χρώμενος οὔτε Ἀλέξανδρος, μήποτε δυνατὸν μῆκος μὲν ἀκούειν τὴν μείζονα διάστασιν ἁπλῶς, ὅπως ἄν ἔχῃ θέσεως, εἴτε ἐπὶ νότον εἴη καὶ βορρᾶν εἴτε ἐπ’ ἀνατολὴν καὶ δύσιν, εἴτε ἐπὶ τὸ ἄνω καὶ κάτω εἴτε ὁπωσοῦν ἔχει πρὸς ταῦτα λελοξωμένη τὰ διαστήματα. καὶ γὰρ λίθων καὶ ξύλων καὶ ὕδατος, ὡς ἐπὶ ποταμῶν, καὶ πάντων ἁπλῶς ὅσα μὴ φυσικῷ μεμόρφωται σχήματι ἢ τεχνητῷ, τὴν μὲν μείζονα διάστασιν μῆκος λέγομεν, τὴν δὲ παρ’ ἑκάτερα τῆς ἐπιφανείας τοῦ μήκους ἐπὶ δεξιά τε καὶ ἀριστερὰ πλάτος, τὰ δὲ λοιπὰ βάθος, ἥτις οὐδὲ ταῖς ὄψεσιν ἡμῶν ὑποπέπτωκε πάντως, εἰ μὴ διαφανὲς εἴη τὸ σῶμα. εἰ γὰρ μῆκος ἀκουσόμεθα τὸ ἐπὶ δύσιν καὶ ἀνατολὴν διάστημα, τὸ ἐπὶ νότον καὶ βορρᾶν πλάτος, ἐνδεχόμενον δέ ἐστι μείζονα εἶναι ταύτην τῆς ἑτέρας, καὶ τὴν κατὰ βάθος τῶν λοιπῶν δύο, τὴν δὲ κατὰ τὸ μῆκος μείζονα διάστασιν δαλὸν ὀνομάζει, ἔδει καὶ τῇ κατὰ πλάτος μείζονι ἕτερον ὄνομα θεῖναι καὶ τῇ κατὰ βάθος πάλιν ἄλλο. νῦν δὲ τοιοῦτον εἶπεν οὐδέν· μῆκος ἄρα τὴν μείζονα διάστασιν ἀκουστέον, ὅπως ἄν ἔχῃ θέσεως. τί οὖν περὶ τούτων φησίν. ,ὡς ὅταν κατά τε μῆκος καὶ πλάτος πολλή τις οὖσα ἡ ἀναθυμίασις ἐξαφθῇ, τοῦτο καλεῖται φλόξ· ἔοικε γὰρ ἐν ἀρούρᾳ καιομένῃ καλάμῃ πανταχόθεν ἢ σωρείᾳ ξύλων ἡ ἕλει πανταχόθεν ἐμπιπρωμένοις. ἐὰν δὲ μῆκος μὲν ἔχῃ πολύ, τὸ πλάτος δὲ ὀλίγον, δαλὸς ὀνομάζεται, φησίν· ἔοικε γὰρ δαλῷ ἑνὸς καὶ μόνου ξύλου καθ’ ὅλον αὐτοῦ τὸ μῆκος· καὶ τούτου γὰρ τὸ μὲν μῆκος πολύ, τὸ δὲ πλάτος ὀλίγον. ἐὰν δὲ ὁ δαλὸς οὗτος καὶ ἀποσπινθηρίζῃ, τῶν σπινθήρων, τουτέστι τῶν παρ’ ἑκάτερα μικρῶν ἐκπυρώσεων αὐτοῦ μὲν ἐξημμένων καὶ οἷον ἐκκρεμῶν οὐσῶν αὐτοῦ, ἀλλήλων δὲ διακεκριμένων καὶ μὴ συνεχῶν, ὡς ἐπὶ κλάδου φοίνικος ἔχουσιν οἱ θαλλοί (τοῦτο γάρ ἐστι τὸ παρεκπυροῦσθαι κατὰ μικρὰ μέν, ἐπ’ ἀρχὴν δέ, τουτέστι συνημμένως τῇ ἀρχῇ) ἲξ τὸ τοιοῦτον σχῆμα τῆς ἀναθυμιάσεως τῆς καιομένης καλεῖται. καὶ γὰρ οἱ τῆς αἰγὸς μαλλοὶ διεστηκότες ἀλλήλων ἐκκρεμεῖς εἰσι καὶ ἀπῃωρημένοι τῆς αἰγός. τοῦτο δὲ γίνεται, φησίν, ὅταν ἑκατέρωθεν τῆς κατὰ τὸ μῆκος ἐκτεταμένης ἀναθυμιάσεως μικραί τινες πλησίον αὐτῆς, ἀλλὰ καὶ ἀλλαχοῦ παρεσπαρμέναι τύχοιεν ἀναθυμιάσεις τοιαῦται. καιομένου γὰρ τοὐ δαλοῦ, καὶ τούτων διὰ τὴν πλησιότητα κατὰ μέρος ἐξαπτομένων, οἷον ἀποσπινθηρίζειν δοκεῖ ὁ δαλός, καὶ ἀπῃωρημένας ἔχειν αὐτὰς διὰ τὸ μὴ ἀλλήλαις εἶναι συνεχεῖς· ἐξ οὗ καὶ τῆς ἐπωνυμίας ἔτυχε τῆς αἰγός. ἀρ’ οὖν ἐπὶ τὸ δυτικὸν μὲν καὶ ἀνατολικὸν ἐκτετάσθαι τὴν ἀνα- θυμίασιν δυνατόν, ἐπὶ δὲ τὸ βόρειον καὶ νότιον οὐκέτι; οὐδὲ τὰς παρεσπαρμένας ἑκατέρωθεν αὐτῆς ἐπ’ ἀνατολὴν εἶναι καὶ δύσιν, ἐπὶ τὸ βόρειον δὲ καὶ νότιον οὐδέποτε; ἀλλ’ ἀποκληρωτικὸν τοῦτο καὶ παντελῶς ἄλογον, ἀτάκτου τῆς ὕλης ταύτης οὔσης καὶ ἄλλοτε ἄλλως ἀναφερομένης. μῆκος ἄρα λέγει τὸ μεῖζον καὶ μόνον, ὅπως ἂν ἔχῃ, τῆς ἀναθυμιάσεως διάστημα, καθάπερ εἰπόντες ἔφθημεν.