Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 44.1
Not analysed yet
Ἐὰν δὲ τὰ μήκη τῆς ἀναθυμιάσεως κατὰ τε καὶ πολλαχῇ διεσπαρμένα ᾖ καὶ ὁμοίως κατὰ πλάτος καὶ κατὰ βάθος, οἱ δοκοῦντες ἀστέρες διᾴττειν γίνονται. ὁτὲ μὲν οὖν ὑπὸ τῆς κινήσεως ἡ ἀναθυμίασις ἐκκαιομένη γεννᾷ αὐτά, ὁτὲ δὲ ὑπὸ τοῦ διὰ τὴν ψῦξιν συνισταμένου ἀέρος ἐκθλίβεται καὶ ἐκκρίνεται τὸ θερμόν, διὸ καὶ ἔοικεν ἡ φορὰ ῥίψει μᾶλλον αὐτῶν, ἀλλ’ οὐκ ἐκκαύσει. Περὶ τῆς τῶν διᾳττόντων ἐν τούτοις ὁ λόγος γενέσεως. τὴν μὲν οὖν ὑλικὴν αἰτίαν αὐτῶν · νῦν ἀπήγγειλεν, ὡς δεῖ τὴν ἀναθυμίασιν ἐξ ἧς γίνονται μὴ εἶναι συνεχῆ, ἀλλὰ κατὰ μικρὰ διεσπασμένην κατὰ μῆκος καὶ πλάτος καὶ βάθος, τουτέστι κατὰ πᾶσαν τοῦ τόπου διάστασιν, ἐν ᾧ γίνονται. τὸν δὲ τρόπον τῆς γενέσεως αὐτῶν εἶναί φησι διττόν, τὸν μὲν κατὰ ἔκκαυσιν τῆς τοιαύτης ὕλης ἐκ τῆς περιφορᾶς δηλονότι τῶν οὐρανίων γινομένην, τὸν δὲ κατ’ ἔκθλιψιν αὐτῆς καὶ ἐκπυρήνισιν οἱονεὶ ῥιπτομένης. ἵνα δὲ σαφῆ τὰ λεγόμενα γένοιτο, θεωρητέον οὕτω τὸ συμβαῖνον. ἀνάγκη τὴν ξηρὰν ἀναθυμίασιν κάτωθεν ἄνω φερομένην ἢ μέχρι τῆς ἰδίας ὁλότητος, λέγω τοὐ ὑπεκκαύματος, ἀφικνεῖσθαι (τοῦτο γὰρ αὐτῇ τῆς κινήσεως πέρας) ἡ κατωτέρω μένειν κωλυομένην εἰς τὸ πρόσω χωρεῖν, ψυχροῦ καὶ διὰ τοῦτο πεπυκνωμένου προϋπαντῶντος ἀέρος καὶ δίοδον αὐτῇ μηδεμίαν ἐπὶ τὸ ἀνω- τερῶ παρέχοντος. ἡ μὲν οὖν μέχρι τοῦ ὑπεκκαύματος φερομένη καὶ κατὰ μικρὰ διεσπασμένη, καθάπερ Ἀριστοτέλης ὑπέθετο, τοὺς κατ’ ἔκκαυσιν ποιεῖ διᾴττοντας, οὐδέποτε δὲ τοὺς κατ’ ἔκθλιψιν· μανότερον γὰρ αὐτῆς ἐστι τὸ ὑπέκκαυμα, διόπερ οὐδὲ βίᾳ καὶ παρὰ φύσιν συνέχεται ὑπ’ αὐτοῦ, ὡς διὰ τὴν θλῖψιν ἐκπυρηνίζεσθαι· ἡ δὲ κάτω καὶ ἐν τῷ ἀέρι διὰ τὴν εἰρημένην αἰτίαν ὑπομένουσα τοὺς κατ’ ἔκθλιψιν καὶ ἐκπυρήνισιν γινομένους ποιεῖ διᾴττοντας. πρῶτον δὲ πῶς οἱ κατ’ ἔκκαυσιν γίνονται τεχνολογήσαντες, ὕστερον καὶ περὶ τῶν λοιπῶν ἐροῦμεν. τῆς γὰρ ἐν τῷ ὑπεκκαύματι γενομένης καπνώδους ἀναθυμιάσεως διεσπασμένης, ὡς εἴρηται, κατὰ μικρὰ μέρη καὶ μὴ οὔσης συνεχοῦς, ἐπειδὰν ἡ του παντὸς περιφορὰ τὸ ἐπιτηδείως ἔχον αὐτῆς τῇ κινήσει θερμαινόμενον ἐξάψῃ, τοῦτο τὸ ἐξαφθὲν τῷ πλησιάζοντι μεταδίδωσι καὶ ἐκκαίει αὐτό, κἀκεῖνο τὸ μετ’ αὐτό, καὶ οὕτως ἐφεξῆς, τοῦ ἐξάψαντος ἀεὶ σβεννυμένου, ἕως ἄν μηκέτι ᾖ τὸ ἐπιτη- δείως ἔχον ἐκκαίεσθαι· καὶ οὕτω τὴν φαντασίαν ποιεῖ τῆς διαδρομῆς. οὐδὲ γὰρ μία φλόξ ἐστι κινουμένη, ἀλλ’ ὅπερ ἐπὶ τῶν λύχνων συμβαίνει, καθάπερ ἔφθημεν εἰπόντες, ὅταν ὑποθῶμεν τὸν ἄρτι σβεσθέντα καὶ καπνί- ζοντα τῷ καιομένῳ, ἡ μέχρι τῆς φλογὸς φερομένη λιγνὺς κατὰ μέρος ἐξάπτεται καὶ τὸ συνεχὲς αὐτῇ τοῦ καπνοῦ μόριον ἐξάπτει, σβεννυμένης ἀεὶ τῆς πρώτης καὶ ἀπομαραινομένης διὰ τὴν λεπτότητα, κἀκεῖνο τὸ μετ’ ἐξάπτει οὕτω, καὶ ἐφεξῆς τοῦτο γίνεται μέχρι τῆς θρυαλλίδος, καὶ πρόδηλον ὡς οὐκ ἔστι μία φλὸξ καὶ ἡ αὐτὴ ἄνωθεν φερομένη κάτω, ἀλλ’ ὡς εἶπον, ἄλλοτε ἄλλο τοῦ καπνοῦ μέρος ἐξάπτεται, τοῦ ἐξάπτοντος εὐθὺς ἀποσβεννυ- μένου διὰ τὴν τοῦ καπνοῦ μανότητα στέγειν ἐπὶ πολὺ τὴν φλόγα μὴ δυναμένου, δυομένου δὲ παντελῶς, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ διᾴττοντος γίνεται, ὡς εἶπον· καὶ διὰ τοῦτο ῥᾳδίως ἐξαπτομένης τε καὶ ἀποσβεννυμένης τὸ πρῶτον ἐξ ἀμφοῖν μεταδίδωσι τῷ μετ’ αὐτὸ καὶ ἀπο- σβέννυται λυομένης αὐτοῦ τῆς ὕλης, καὶ τὸ δεύτερον ὁμοίως τὸ μετ’ αὐτὸ τρίτον ἐξάπτον ἀπομαραίνεται· καὶ τοῦτο γίνεται κατὰ συνέχειαν. ἕως ἄν μηκέτι μόριον τῆς ἀναθυμιάσεως εὑρεθῇ πρὸς ἐκφλόγωσιν ἐπιτήδειον. συνεχῶς οὖν τοῦ μὲν ἀποσβεννυμένου τοῦ δὲ ἐξαπτομένου, μία καὶ ἡ αὐτὴ φλὸξ διατρέχειν δοκεῖ. τὸ αὐτὸ γίνεται καὶ εἰ χάρτου ἰνάριον λεπτὸν καὶ μακρὸν θεωρήσειας ἐξαπτόμενον ἢ στυπεῖον ὁμοίως λεπτὸν ἐπὶ μῆκος κείμενον ἤ τι τοιοῦτον ἕτερον· καὶ ἐπὶ τούτων γὰρ οὐ μία φλόξ ἐστιν ἀπ’ ἀρχῆς μέχρι τέλους διήκουσα, κατὰ μέρος δὲ τοῦ μὲν ἐξαπτομένου τοῦ δὲ σβεννυμένου μία εἶναι δοκεῖ· διὰ <δὲ> τὴν ἐξ ἄλλου μορίου εἰς μετάβασιν τῆς ἐξάψεως διατρέχειν ἡ μία δοκεῖ. ἀλλ’ ἐπὶ μὲν τῶν ὑποδειγμάτων πλησίον ὄντων ὁρᾶται σαφῶς τὸ γινόμενον, ἐπὶ δὲ τῶν διᾳττόντων ἡ πολλὴ τῆς ὕλης ἐξ ἡμῶν ἀπόστασις κρίνειν ἀκριβῶς τὸ συμβαῖνον κωλύει τὴν αἴσθησιν, ὁ δὲ λόγος τοῦτο θηρεύσας ἐξεῦρε. πῶς μὲν οὖν αἱ δοκοῦσαι διαδρομαὶ τῶν κατ’ ἔκκαυσιν γινομένων διᾳττόντων συμβαίνουσιν, εἴρηται ἱκανῶς. ἡ δὲ ἀπ’ ἄλλων ἐπ’ ἄλλα διαστήματα κίνησις οὕτω γίνεται τῆς ἀναθυμιάσεως πανταχῇ διεσπαρμένης, ὡς εἴρηται· εἰ μὲν κατὰ βάθος εἴη τὰ μόρια ταύτης κείμενα ἐφεξῆς ἀλλήλοις, τὸ δὲ ἄνω μέρος αὐτῆς ἐξαφθείη πρῶτον, ἄνωθεν ἡ φλὸξ φέρεσθαι κάτω δοκεῖ· εἰ δὲ τὸ κάτω πρῶτον ἐξαφθείη, τοὐναντίον κάτωθεν ἄνω. εἰ δὲ ἐπ’ ἀνατολὴν καὶ δύσιν, τὸ δ’ ἀπ’ ἀνατολῆς μόριον πρῶτον ἐξαφθείη πρότερον, ἐκ τούτου πρὸς δύσιν ἡ φορὰ γίνεται· ὁμοίως καὶ ἐπὶ βορρᾶν καὶ νότον, καὶ ὅπως ἂν εἴη λε- λοξωμένη πρὸς ταῦτα τῶν μορίων τῆς ἀναθυμιάσεως ἡ θέσις. οἱ μὲν οὖν κατὰ ἔκκαυσιν γινόμενοι διᾴττοντες ὅτι τε ἐν τῷ ὑπεκκαύματι γίνονται καὶ τίς ὁ τρόπος τῆς γενέσεως αὐτῶν, εἴρηται. οἱ δὲ κατὰ ἔκκρισιν καὶ οἷον ῥῖψιν γινόμενοι ὅλην μὲν ἔχουσι τὴν ἐν τῷ ἀέρι δι’ ἣν εἶπον αἰτίαν ἐναπομείνασαν καπνώδη ἀναθυμίασιν· ὁ δὲ τρόπος ἐστὶ τῆς γενέσεως τοιοῦτος. εἴρηται ὡς αἱ δύο ἀναθυμιάσεις συμπεπλεγμέναι πως ἀλλήλαις ἀνέρχονται, ἥ τε ἐκ τῶν ὑδάτων ἡ ἀτμιδώδης καὶ ἡ ἀπὸ τῆς γῆς ἡ καπ- νώδης. ὅταν οὖν πολλῆς ἐκ τῶν ὑγρῶν σωμάτων ἀναδιδομένης ἀτμίδος ὁ ἀὴρ ψυχθεὶς πυκνωθῇ (εἰ γὰρ καὶ τὴν ἀτμιδώδη θερμὴν εἰρήκαμεν, ἀλλὰ τοῦ ἀέρος ἐστὶ ψυχροτέρα ὡς ἐξ ὕδατος ἀνιοῦσα, καὶ ἄλλως εἴπερ ὁδός ἐστιν ἡ ἀτμὶς καὶ οἷον μεταίχμιον |τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, καὶ οὔτε καθαρὸς ἀήρ ἐστιν οὔτε ὕδωρ ἔμεινεν εἰλικρινές, διὰ δὲ θερμότητος ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολὴ γίνεται, ἀνάγκη οὖν τὸ τούτων μεταίχμιον μήτε ψυχρὸν ὡς τὸ ὕδωρ μήτε θερμὸν ὑπάρχειν, ὡς ὁ ἀήρ· τὸ δ’ ἧττον θερμὸν τῷ μᾶλλον τοιούτῳ μιγνύμενον κολάζει τὴν τούτου θερμότητα) ὅπερ οὖν εἶπον, ὅταν ἐκ τῆς ἀπὸ τῶν ὑδάτων πολλῆς ἀναδιδομένης ἀτμίδος ψυχθεὶς ὁ ἀὴρ πυκνωθῇ καὶ πρὸς τούτῳ καὶ ἐξ αὐτῆς τῆς τοῦ ὕδατος γειτνιάσεως συναπολαμβάνῃ τι τῆς συναναδιδομένης καπνώδους μοίρας ἐντός, εἰς ἓν οὖν αὕτη διὰ τὴν τοῦ ἀέρος πανταχόθεν πύκνωσιν ἔνδον συναγομένη καὶ ἠρεμεῖν, θερμή τις οὖσα καὶ πνευματώδης, οὐκ ἔχουσα τῇ θλίψει τοῦ περιέχοντος ἐξακοντίζεται, καθάπερ οἱ ἐκ τῶν δακτύλων ἡμῶν ἐκθλιβόμενοι πυρῆνες· εἶτα τῇ βιαίᾳ καὶ ἀθρόᾳ κινήσει συνθλι- βόμενόν τε καὶ συνωθούμενον λοιπὸν ἐξάπτεται. ἀλλὰ διὰ τί κάτω μὲν ἄνωθεν ὡς τὰ πολλὰ ῥιπτουμένη φαίνεται, ὡς καὶ εἰς γῆν τοὺς διᾴττοντας πίπτειν καὶ εἰς θάλασσαν, τοὔμπαλιν δὲ κάτωθεν ἄνω σπανιώτερον; φημὶ τοίνυν ὡς ἐδείχθη τὰ ἀνωτέρω μέρη τοῦ περὶ τὴν γῆν ἀέρος μᾶλλον ψυχόμενα διὰ τὸ εἰς ἀχανὲς ἐκεῖ τὰς ἀνακλωμένας τῶν ἀκτίνων διεστάναι· τὸν δὲ περὶ γῆν ἐναπολαμβάνουσαι μεταξὺ διὰ τὴν πύκνωσιν τῇ κινήσει τε καὶ παρατρίψει θερμαίνουσιν. ἀνάγκη γοῦν ἄνωθεν γινομένης τῆς πιλήσεως διὰ τὴν ψῦξιν τὴν ἐντὸς ἀπειλημμένην πυρώδη οὐσίαν ἄνωθεν ὠθεῖσθαι κάτω κἀκεῖθεν ὡς διὰ μανοτέρων ἐκκρίνεσθαι ὥσπερ ἀμέλει τοὐναντίον οἱ ἐκ τῶν δακτύλων ἐκθλιβόμενοι πυρῆνες κάτωθεν πυκνουμένων τῶν δακτύλων ἐπὶ τὸ ἄνω χωροῦσι διεστώτων ἐκεῖ μᾶλλον. ἐ,πὶ οὖν τῆς ἀναθυμιάσεως ἄνωθεν θὲν τῆίς ἐκθλίψεως διὰ τὴν πύκνωσιν τοῦ ἀέρος γινομένης ἀνάγκη πᾶσα κάτω ταύτην ἐκπυρηνίζεσθαι. διὸ καὶ εἰς γῆν, ὡς εἴπομεν, οἱ διάττοντες καὶ εἰς θάλασσαν φαίνονται πίπτοντες, ἀλλὰ διὰ τὴν λεπτομέρειαν. τῆς οὐσίας αὐτῶν εὐθὺς ἀποσβέννυνται. οὐκ ἀδύνατον δὲ καὶ τοῦ κάτω μέρους μᾶλλον πυκνωθέντος ἄνω ῥίπτεσθαι τὴν ἐναπειλημμένην ἀναθυμίασιν· τοῦτο δὲ σπανιώτερον γίνεται διὰ τὴν εἰρημένην αἰτίαν. τίνος δὲ χάριν ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὰ πλάγια ῥιπτούμενοι φαίνονται, τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα.