Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 47
Not analysed yet
Πάντων γὰρ τούτων ἡ γένεσις οὐκ ἔκκαυσις ἀλλ’ ἔκκρισις ὑπὸ τῆς ἐκθλίψεως ἐστιν, ἐπεὶ κατὰ φύσιν τὸ θερμὸν ἄνω πέφυκε φέρεσθαι πᾶν. Τούτων πάντων, τῶν διᾳττόντων δηλονότι τῶν κάτω ῥιπτουμένων εἰς τὴν γῆν καὶ εἰς τὴν θάλασσαν καὶ |τῶν κεραυνῶν ὁμοίως· οὐδὲν γὰρ τούτων τῶν κατ’ ἔκκαυσιν γίνεται φησίν, ἀλλ’ ἐκθλιβομένου τοῦ θερμοῦ διὰ τὴν πύκνωσιν, ὡς εἴρηται. καίτοι καὶ αὕτη ἡ ἀναθυμίασις τῇ ἐκ τῆς πυκνώ- σεως παρατρίψει θερμαίνεται καὶ ἐκπυροῦται. πῶς οὖν φησιν οὐκ ἔκκαυσις; λέγω τοίνυν ὡς πρὸς σύγκρισιν τῶν ἄλλων διᾳττόντων, οἵτινες τὴν φαινομένην κίνησιν οὐ κατὰ ῥῖψιν ἔχουσι γινομένην, ἀλλὰ κατ’ ἔκκαυσιν ἄλλοτε ἄλλης ὕλης τὴν δόκησιν ποιοῦνται τῆς κινήσεως. ἡ δὲ τῶν κατ’ ἔκθλιψιν ῥιπτομένων κίνησις ἀληθής ἐστι, καὶ οὐχ ὡς ἡ προτέρα ἡ κατ’ ἔκκαυσιν φαντασίαν ποιεῖται κινήσεως, ἀλλὰ κατὰ ῥῖψιν καὶ ἐξώθησιν ὑπὸ τῆς πυκνώσεως τῆς ψυχομένης ἀτμίδος τῆς περιεχούσης αὐτὴν γινομένη καὶ ἀληθῶς κινουμένη. διὸ καὶ εἰς γῆν καὶ εἰς θάλασσαν ταῦτα φέρεται, ὅπερ ἐστὶ τῆς ἀληθοῦς αὐτῶν κινήσεως ἀπόδειξις.