Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 52.1
Not analysed yet
Διά τε γὰρ πυκνοτέρου διαφαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιήσει, μάλιστα δὲ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, καὶ διὰ καπνοῦ φοινικᾶ φαίνεται. καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾗ τοιοῦτον, ὥστε μὴ τὸ σχῆμα ἀλλὰ τὸ χρῶμα δέχεσθαι. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν ταῦτα ἡ σύστασις oαιτια ταχεια ουσα. Τῶν μεταξὺ γῆς καὶ οὐρανοῦ συνισταμένων τὰ μέν εἰσιν ὑποστάσεις ἀληθεῖς, οἷα φαίνεται, τοιαύτᾳ καὶ τὴν οὐσίαν ὑπάρχοντα, φλόγες φημὶ καὶ αἶγες καὶ δαλοὶ χιόνες τε καὶ χάλαζαι καὶ ὑετοί, περὶ ὧν ἤδη προείρηκε, τὰ δὲ μόνον ἐμφάσεις καὶ εἰδωλοποιίαι ψευδεῖς, οὐ τοιαῦτα τὴν φύσιν ὄντα, οἷα καὶ φαίνεται, ἅπερ ἐστὶ χάσματα καὶ βόθυνοι καὶ τὰ ἐν τῷ ἀέρι δοκοῦντα συνίστασθαι χρώματα, περὶ ὧν διδάξαι προτίθεται νῦν· τοιαῦτα δὲ καὶ παρ’ ἡμῖν ἐστι τὰ εἴδωλα, ἐμφάσεις ὄντα καὶ μόνον· τὰ δὲ μικτά πως κατά τι μὲν ὑποστάσεις, κατά τι δὲ πάλιν ἐμφάσεις, οἷοιπερ εἰσὶν οἱ κατ’ ἔξαψιν γινόμενοι διᾴττοντες· τὸ μὲν γὰρ πυρῶδες αὐτῶν ἀληθής ἐστιν ὑπόστασις, ἡ δὲ κίνησις τούτων ἡ τοπικὴ δόκησίς ἐστι καὶ μόνη, καθὰ φθάσαντες ἀπεδείξαμεν. ἔστι δὲ καὶ παρ’ ἡμῖν τοιαῦτα, οἷον ἡ ἐν ὕδατι βρεχομένη κώπη κεκλάσθαι δοκοῦσα· τοῦτο μὲν γὰρ ἔμφασις, τὸ δὲ ὑπὸ τὸ ὕδωρ αὐτὴν φαίνεσθαι ὕπαρξις ἀληθείας. καὶ γραφαὶ δέ τινές εἰσι τοιαῦται, ὧν τὰ μὲν ἐν βάθει εἶναι δοκεῖ, τὰ δὲ προπετῆ καὶ ἔξω νεύοντα, πάντων ἐν μιᾷ ὄντων ἐπιφανείᾳ. ἡ μὲν οὖν γραφὴ τούτων ἐστὶν ὑπόστασις ἀληθής, τὸ δ’ ἐν βάθει τινὰ τούτων εἶναι δοκεῖν ἢ ἔξω νεύειν ἔμφασις καὶ μόνη. εἰπὼν οὗν ἐν τοῖς προλαβοῦσι περὶ τῶν ὑπόστασιν ἐχόντων ἀληθῆ καὶ τῶν μικτῶν νῦν περὶ τῶν μέχρι μόνου τοῦ δοκεῖν ὁρωμένων διδάξαι προτίθεται. τούτων δὲ διχῇ διαιρουμένων τὰ μὲν καλοῦνται διαφάσεις, ὅσα διὰ τῆς τῶν νεφῶν διαφανείας εἰδωλοποιεῖται, ὡς τὰ ἐν ἀέρι διάφορα χρώματα, τὰ δὲ ὁμωνύμως τῷ γένει καλοῦνται ἐμφάσεις, ὅσα κατὰ τὴν ἀπὸ τῶν ἐσόπτρων ἀνάκλασιν τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἐμπιπτουσῶν ἢ τὴν σελήνην ἤ τινα τῶν ἀστέρων ἢ τὰς ἐν ἀέρι πυρώδεις γινομένας συστάσεις ὁρῶνται φαντάσματα, ὡς ἅλως καὶ ἶρις καὶ παρήλια. δύο οὖν εἰσι τὰ τούτων ἁπάντων αἴτια, ἥ τε τῶν νεφῶν διαφάνεια, ὅταν πυρώδης σύστασις ἄνωθεν κατὰ κάθετον αὐτοῖς συσταίη, ἑτέρα δὲ ἡ ἐκ τῶν πυκνοτέρων νεφῶν ἀντανάκλασις τῶν ἡμετέρων ὄψεων ἐπὶ τὴν ἐκ πλαγίου τῶν νεφῶν πυρώδη γενομένην σύστασιν ἢ τὸν ἥλιον αὐτὸν ἢ ἕτερόν τινα τῶν ἀστέρων. τὸ μὲν οὖν πρῶτον, τὰ κατὰ διαφάνειαν λέγω φαινόμενα, τοῦτον γίνεται τὸν τρόπον· νέφους γὰρ ὑποτρέχοντος πυρώδη τινὰ σύστασιν ἐν τῷ ὑπεκκαύματι γενομένην μὴ πυκνοῦ λίαν, ἀλλὰ μανοτέρου καὶ διαφάνειαν βραχεῖαν ἔχοντος καὶ τοσαύτην, ὥστε τὸ χρῶμα μόνον τῆς κατὰ κάθετον τῷ νέφει κειμένης ἐκπυρώσεως φαίνεσθαι, μηκέτι δὲ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῆς, ποικίλα δοκεῖ συνίστασθαι χρώματα. δεῖ δὲ καὶ τὴν ἐκπύρωσιν μετρίαν εἶναι· πολλῆς γὰρ οὔσης διαλύεσθαι συμβαίνει τὸ νέφος. τούτων οὖν οὕτως ἐχόντων συστάσεως τε καὶ πρὸς ἄλληλα θέσεως, τοῦ νέφους λέγω καὶ τῆς ἐκπυρώσεως, δι’ ἀμφοῖν ἡ ὄψις ἡμῶν φερομένη καὶ ἐν αὑτῇ τό τε μέλαν τοῦ νέφους καὶ τὸ λαμπρὸν μιγνῦσα τῆς ἐκπυρώσεως τὴν αἱματώδη τε καὶ ἐρυθρὰν ἡ φοινικῆν ἢ πορφυρᾶν καὶ τὴν τῶν ἄλλων χρωμάτων παρέχεται φαντασίαν, πρὸς τὴν διαφορὰν τοῦ λαμπροῦ τε καὶ τοῦ μέλανος μᾶλλον ἢ ἧττον τοιούτων ὄντων διαφόρου καὶ τῆς μίξεως ἐξ αὐτῶν ταῖς ἡμετέραις γινομένης ὄψεσιν, ἡ ποικίλη τῶν χρωμάτων συμβαίνει διαφορά. οἷόν τι γίνεται καὶ ἐν τῇ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῇ τῶν ἄλλων ἀστέρων ἀνατολῇ τε καὶ δύσει, ὅταν ὀμιχλώδης ὁ περὶ τὸν ὁρίζοντα γένηται ἀήρ· διαφόρων γὰρ καὶ τότε χρωμάτων φαντασία γίνεται, ποτὲ μὲν ἐρυθρά τε καὶ αἱματώδης, ὁπηνίκα ἥ τε ἀχλὺς εἴη παχυτέρα καὶ τὸ πυρῶδες εἰλικρινέστερον, ποτὲ δὲ ξανθή |τε καὶ οἱονεὶ χρυσοειδής, ὅτε λεπτοτέρα ἡ ἀχλύς, καὶ ἄλλοτε ἄλλη πρός τε τὸ ποσὸν τῆς πυκνώσεως τοῦ ἀέρος καὶ τῆς ἐκπυρώσεως τὸ μέτρον καὶ τὴν πρὸς ἄλληλα τούτων σχέσιν· μετρῆσαι γὰρ τὴν τοιαύτην μῖξιν, ἐξ ἧς τὰ διάφορα γίνεται χρώματα, δυσχερὲς ἡμῖν καὶ ἀδύνατον. ὅτι δὲ τῇ μίξει τῶν ἐναντίων ταῦτα γίνεται, δῆλον ἐξ ὧν καὶ οἱ ζωγράφοι τῇ μίξει τούτων πολλὰς ἐργάζονται χρωμάτων διαφοράς. καὶ ἡ ἐξ ὑγροτέρων δὲ ξύλων ἐξαπτομένη φλὸξ ἐρυθρὰ φαίνεται διὰ τὴν τοῦ καπνοῦ παχύτητα καὶ μελανίαν τῷ λαμπρῷ τοῦ πυρὸς μιγνυμένην. ἐκ δὲ τῶν ξηρῶν ξύλων ὅ τε καπνὸς λεπτότερος γίνεται καὶ τὸ χρῶμα τὸ ἐκ τῆς μίξεως αὐτοῦ καὶ τοὐ λαμπροῦ τοῦ πυρὸς ξανθότερον. δεύτερός ἐστι τρόπος ἰῆς τοιαύτης τῶν χρωμάτων ἐν τῷ ἀέρι φαντασίας ὁ κατ’ ἔμφασιν ἐξ ἀνακλάσεως τῶν ἡμετέρων γενόμενος ὄψεων. οὕτω δὲ δεῖ παχεῖαν εἶναι καὶ μὴ διαφανῆ τοῦ νέφους τὴν σύστασιν μηδ’ ἡνωμένην καὶ πάλιν συνεχῆ, διεσπασμένην δὲ κατὰ μικρὰς ἀτμίδας, οἷαι καὶ αἱ τῶν ὑετῶν λεπταὶ ψεκάδες, καὶ τὴν ἐκπύρωσιν μὴ κατὰ κάθετον ἀλλ’ ἐκ πλαγίων τοῦ νέφους εἶναι, καὶ οὕτω θέσεως ἔχειν ταῦτα πρὸς ἄλληλα, ὡς τὰς ὄψεις ἡμῶν τὰς εἰς τὸ νέφος ἐμπιπτούσας ἐπὶ τὴν ἐκ- πύρωσιν ἀνακλωμένας φέρεσθαι ἢ ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην. ἀπὸ μικρῶν οὗν τοῦ νέφους ἐνόπτρων ἐπί τι τῶν εἰρημένων γινομένης τῆς ἀνακλάσεως, τὸ χρῶμα μὲν τούτων ὁρᾶν ἐν τοῖς ἐνόπτροις δοκοῦμεν, τὸ σχῆμα δὲ καὶ τὸ μέγεθος οὐκέτι διὰ τὴν τούτων μικρότητα· οἷόν τι κἀπὶ τῶν ψεκάδων τοῦ ὑετοῦ φαίνεται συμβαῖνον, ὅταν ὁ ἥλιος ἐν καθαρῷ διαλείμματι φαίνηται τῶν ἀστέρων νύκτωρ καὶ ἐπὶ τῶν κωπηλατούντων νύκτωρ ὁμοίως εἰς μικρὰ τεμνομένου τοῦ ὕδατος. τῶν γὰρ εἰς ταύτας ἐμπιπτουσῶν ὄψεων καὶ ἀνα- κλωμένων ἐπὶ τὰ ἄστρα τὸ χρῶμα μόνον ὁρῶμεν, τὸ σχῆμα δὲ καὶ τὸ μέγεθος οὐκέτι διὰ τῆς ὕδατος μικρότητος. καὶ ἐπὶ τῶν ἐνόπτρων δὲ τῶν παρ’ ἡμῖν τῶν λίαν σμικρῶν τὸ αὐτὸ γίνεται. τούτῳ γὰρ τῷ τρόπῳ καὶ τὴν ἶριν γινομένην ἐν τῷ τρίτω τῆς πραγματείας δείκνυσι ταύτης, νέφους μὲν συνισταμένου παχέος πρὸς αὐτῷ τῷ ὁρίζοντι, κατὰ θάτερον δὲ μέρος αὐτοῦ φαινομένου τοῦ ἡλίου ἐν καθαρῷ διαλείμματι, καὶ τῶν ὄψεων ἡμῶν ἐκ τοῦ νέφους ἀνακλωμένων ἐπὶ τὸν ἥλιον καὶ τὴν τῶν χρωμάτων τῆς ἴριδος ποιουσῶν φαντασίαν. τὸν δὲ ἀριθμὸν τῶν χρωμάτων αὐτῆς καὶ τὴν δια- φορὰν καὶ τῶν κύκλων τὸ μέγεθος ἐκεῖσε τοῦ φιλοσόφου λέγοντος ἀκουσόμεθα. νῦν δὲ τέως ἐπὶ τὴν ἐξέτασιν χωρῶμεν τῆς λέξεως. Διἀ τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀὴρ παντοδαπὰ χρώματα ποιεῖ. τοὺς δύο τρόπους τοὺς προειρημένους τῆς τῶν φαινομένων χρωμάτων ἀπαγγέλλει φαντασίας, τὸν μὲν τῆς διαφάσεως ἐν οἷς ἔφη διά τε γὰρ πυκνοτέρου φαινόμενον ἔλαττον φῶς, πρὸς τὸν ἀέρα· οὐδὲ γὰρ πυκνοτέρου νέφους δεῖν γὰρ ἔφαμεν μετρίαν ἔχειν τὸ νέφος διαφάνειαν, ἵνα δι’ αὐτῆς τὸ φῶς διέλθοι τῆς ἐκπυρώσεως), ἀλλὰ πυκνοτέρου ὡς πρὸς τὴν τοῦ ἀέρος διαφάνειαν, καλῶς δὲ εἶπε τὸ ἔλαττον φῶς· εἰ γὰρ πολὺ εἴη, πάντως ἐπι- κρατεῖ τοῦ νέφους καὶ λύει τὴν σύστασιν αὐτοῦ, καὶ τὸ πάθος οὐ συνίσταται. τὸν δὲ δεύτερον δηλοῖ τρόπον ἐν οἷς πάλιν εἶπε καὶ ἀνάκλασιν δεχόμενος ὁ ἀήρ. ἀνάκλασιν δὲ τὸν ἀέρα δέχεσθαί φησι τὴν τῶν ὄψεων δηλονότι τῶν ἡμετέρων, οὐκ αὐτῆς τοῦ ἀέρος τῆς οὐσίας ἀνακλωμένης. μάλιστα δὲ τὸ φοινικοῦν ἢ πορφυροῦν διὰ τὸ ταῦτα μάλιστα ἐκ τοῦ πυρώδους καὶ λευκοῦ φαίνεσθαι μιγνυμένων κατὰ τὰς ἐπιπροσθήσεις, οὐ τοῦ λευκοῦ καὶ πυρώδους ἀλλήλοις μιγνυμένων, ἀλλὰ τούτων ἑκατέρου τῷ μέλανι. τὸ μὲν γὰρ λευκὸν τῷ μέλανι μιγνύμενον φαιὸν γίνεται· ἵνα δὲ φοινικοῦν γένηται, καὶ τὸ πυρῶδες μίγνυσθαι τοῖς εἰρημένοις προσήκει. πῶς οὖν φησιν ὁ φιλόσοφος; μάλιστα δέ φησι τὸ φοινικοῦν ἢ πορφυροῦν μιγνύμενον φαίνεσθαι, διότι μετριώτερον ὑπάρχον τὸ μέλαν ἐν τῇ μίξει τὸ φοινικοῦν ποιεῖ, βαθύτερον δὲ τὸ πορφυροῦν. συναριθμείσθω δὲ τῷ μέλανι τὸ κυανοῦν ἐκλάμπειν ποιοῦν τὸ ἐκ τῆς μίξεως τῆς εἰρημένης ἀποτελούμενον. πυρῶδες δὲ ἐν τῇ μίξει τῶν χρωμάτων ἐστὶ τὸ ἐρυθρόν. καὶ οἱ ζωγράφοι δὲ τῇ τοιαύτῃ μίξει χρώμενοι τὰ εἰρημένα ποιοῦσι χρώματα. ἡ δὲ μῖξις αὕτη γίνεται, φησί, κατὰ τὰς ἐπιπροσθήσεις, τουτέστιν οὐκ αὐτῆς τοῦ νέφους τῆς μελανίας καὶ τῆς τῶν ἄστρων λευκότητος μιγνυμένων ἢ πάλιν τοῦ πυρώδους χρώματος καὶ τῆς μελανίας τοῦ νέφους, ἀλλ’ ἐν ταῖς ἐπιπροσθήσεσι ταῖς ὑπὸ τοῦ νέφους τῶν ὄψεων ἡμῶν ἡ μῖξις γίνεται τῶν διὰ τοῦ ἀέρος εἰς ἡμᾶς φαινομένων χρω- μάτων, τοῦ μεταξὺ δηλονότι μὴ πάσχοντος, ἐν δὲ τῇ τούτων ἀντιλήψει τε καὶ αἰσθήσει μιγνυμένων συνίσταται τὸ πάθος. ἐπιπρόσθησιν δὲ ταύτην εἶπεν, ἐπειδὴ μὴ καθαρῶς ἀντιλαμβανόμεθα τῶν χρωμάτων, ἀλλὰ μετ’ ἐπιπροσθήσεως τῆς ἀπὸ τοῦ νέφους ἀμυδρὰ γίνεται αὐτῶν ἡ ἀντίληψις, ἐν ᾗ μίγνυνται. ὅτι γὰρ <οὐ> πάσχει ὑπὸ τῶν χρωμάτων ὁ διακονῶν ἀήρ, δῆλον ἐκ τῶν ἀκτίνων τῶν διὰ τῆς χρωματισθείσης ὑέλου φερομένων· ἐν μὲν γὰρ τῷ ἀέρι δι’ οὗ φαίνονται αἱ ἀκτῖνες οὐ φαίνεται τὸ τῆς ὑέλου χρῶμα, ἐν δὲ τῷ στερεῷ ἐν ᾧ προσπίπτουσι διαφαίνεται, εἴτε ἐν τοίχῳ πέσοιεν εἴτε ἐν τῇ γῇ εἴτε ἐν ὁτῳοῦν ἄλλῳ. οἷον ἀνίσχοντα τὰ ἄστρα καὶ δυόμενα, ἐὰν ᾖ καῦμα, διὰ καπνοῦ φοινικᾶ φαίνεται. ἐὰν ᾖ καῦμα, φησί, τουτέστι κατάστημα νότιον· περὶ γὰρ τὸν ὁρίζοντα ἀχλυωδέστερος γίνεται ὁ ἀήρ. καυματώδης γὰρ ὁ νότος ὢν ἀναλύει μὲν ἀτμίδα πολλήν, διαφορῆσαι δὲ ταύτην οὐκ ἰσχύων διὰ τὸ βληχρὸν τοῦ θερμοῦ ἀχλυώδη τὸν ἀέρα ποιεῖ καὶ παχύν· δι’ οὗ τὰ ἄστρα φαινόμενα φοινίκια φαίνεται, ὡς καὶ ἡ διὰ τοῦ καπνοῦ τῶν ὑγρῶν ξύλων φαινομένη |φλόξ καὶ τῇ ἀνακλάσει δὲ ποιεῖ, ὅταν τὸ ἔνοπτρον ᾖ τοιοῦτον ὥστε μὴ τὸ σχῆμα, ἀλλά τὸ χρῶμα δέχεσθαι. οὗτός ἐστιν ὁ δεύτερος τρόπος. ἐὰν γὰρ μικρόν τι μόριον ἐνόπτρου τις λάβῃ καὶ πρὸς τὸν ἥλιον ἀντιπρόσωπον θείη, τὸ μὲν σχῆμα τούτου καὶ τὸ μέγεθος ἐν τῷ ἐνόπτρῳ οὐ φαίνεται, τὸ δὲ χρῶμα μόνον αὐτοῦ καὶ τὸ φῶς· ἀλλὰ κἄν κατὰ μικρὰ τεθραυσμένον εἴη τὸ ἔνοπτρον, ὁμοίως τὸ χρῶμα μόνον διὰ πάντων τῶν θραυσμάτων αὐτοῦ φαίνεται, οἷον καὶ ἐπὶ τῶν ψεκάδων εἴπομεν τοῦ ὑετοῦ γίνεσθαι. τοιοῦτον οὖν συμβαίνει καὶ ἐν τοῖς νέφεσιν, ὡς τὰ μόρια διεσπάσθαι κατὰ μικρά, καὶ μάλιστα ὅταν ἐπιτήδειον ἤδη πρὸς ὕδατος ὑπάρχῃ γένεσιν, ὅτε καὶ τὰς τοιαύτας φαντασίας παρέχεται· διόπερ οὔτε τὸ σχῆμα τῶν ἐκπυρώσεων οὔτε τὸ μέγεθος δεικνύουσι, μόνου δὲ τοῦ χρώματος τὴν φαντασίαν παρέχονται. τοῦ δὲ μὴ πολὺν χρόνον μένειν τοῦτο ἡ σύστασις αἰτία ταχεῖα οὖσα. ὥσπερ γὰρ πάπυρος ἢ στυπεῖον λεπτὸν καὶ ξηρὸν ταχέως ἐξάπτεται καὶ ἐπ’ ὀλίγον χρόνον στέγει τὴν φλόγα θᾶττον τῆς ὕλης δαπανωμένης (τοῦτο γὰρ δηλοῖ τὸ ταχεῖα οὖσα), δρῦς δ’ ἐπειδὰν ἐξαφθῇ, πολὺν διαμένει χρόνον διὰ τὴν παχύτητα. οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων ἐκπυρώσεων καὶ τῶν ἀστραπῶν· λεπτομερὴς γὰρ αὐτῶν οὖσα ἡ ὕλη καὶ ταχέως ἐκδαπανωμένη σβέννυται. οἱ δὲ κομῆται παχυτέρας ὕλης ὄντες, πλείονα χρόνον τὰς ἐκπυρώσεις φυλάσσουσιν.