Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 51.1
Not analysed yet
Φαίνεται δέ ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον χάσματά τε καὶ βόθυνοι καὶ αίματώδη χρώματα. αἴτιον δὲ καὶ ἐπὶ τούτων τὸ αὐτό. ἐπεὶ γὰρ φανερός ἐστι συνιστάμενος ὁ ἄνω ἀὴρ ὥστε ἐκπυροῦσθαι, καὶ τὴν ἐκπύρωσιν ὁτὲ μὲν τοιαύτην γίνεσθαι ὥστε φλόγα δοκεῖν καίεσθαι, ὁτὲ δὲ οἷον δαλοὺς φέρεσθαι καὶ ἀστέρας, οὐδὲν ἄτοπον, εἰ χρωματίζεται ὁ αὐτὸς οὗτος ἀὴρ συνιστάμενος παντοδαπὰς χρόας. Ἀποδοὺς τῶν προτεθέντων τὰς αἰτίας ἀπάντων, φημὶ δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων καὶ τῆς διαφόρου τούτων κινήσεως, μέτεισιν ἐφ’ ἕτερα συγγενῆ τούτοις, ἅπερ καὶ πρόκειται, χάσματα λέγω καὶ βοθύνους καὶ χρωμάτων διαφοράς. φαίνεται γὰρ χρωματιζόμενος ὁ ἀὴρ ποτὲ μὲν αἱματώδης, ποτὲ δὲ πορφύρεος ἢ φοινικοῦς ἢ ὁπωσοῦν ἄλλως, καὶ βόθυνοί τινες ἐν αὐτῷ καὶ χάσματα εἷναι δοκεῖ, ὧν οὐδέν ἐστι καθ’ ὕπαρξιν οἷον φαίνεται. διὰ τί δὲ συνῆψε ταῦτα τοῖς προλαβοῦσιν, αὐτὸς εἴρηκεν· αἴτιον γάρ, φησί, τούτων ἁπάντων ἐστὶ τὸ αὐτό. ἔχουσι μὲν γὰρ καὶ κοινωνίαν πρὸς ἄλληλα φανερῶς, ἔχουσι δὲ καὶ διαφορὰν ἐξ ἀνάγκης, ἐπεὶ οὐδ’ ἄν ἦσαν ἕτερα. τὰ μὲν γὰρ πρότερα καθ’ ὕπαρξίν ἐστι τοιαῦτα, οἷα καὶ φαίνεται, τὰ δὲ προκείμενα μέχρι μόνης φαντασίας καὶ τοῦ δοκεῖν ἐστι τοιαῦτα· οὐδὲ γὰρ χρωμάτων ἐν ἀέρι γίνονται διαφοραί, οὐδὲ ὅλως κεχρωμάτισται ὁ ἀήρ, οὐδὲ χάσματα ἐν αὐτῷ καὶ βόθυνοι γίνονται· εἷς γάρ ἐστι καὶ συνεχὴς διάστασιν ἐν τοῖς αὐτοῦ μέρεσιν ἔχων οὐδεμίαν, ἐπεὶ μηδὲ κενὸν εἶναι τῶν ἐνδεχομένων ἐδείχθη. ἡ μὲν οὖν διαφορὰ τούτων τε κἀκείνων τοιαύτη· κοινωνοῦσι δὲ πάλιν ἀλλήλοις, διότι νεφῶν τε συστάσεις καὶ ἀέρος ἐκπυρώσεις τούτων ἁπάντων ἐστὶν αἴτιον. ἀλλὰ καὶ τῇ τοῦ χρόνου βραχύτητι τοῖς εἰρημένοις ἐστὶ κοινωνία· καὶ ταῦτα γὰρ κἀκεῖνα διὰ τὴν λεπτομέρειαν τῆς ὑποκειμένης ὕλης σύντομον ἔχουσι τὴν διάλυσιν. βόθυνον δὲ καὶ χάσματα διαφέρειν τινὲς ἐκ τοῦ πλάτους ἐνόμισαν· εὐρύτερον μὲν γὰρ εἷναι τὸ χάσμα, στενώτερον δὲ τὸν βόθυνον. τοῦτο δ’ οὐκ ἔστιν ἀληθές, ἀλλ’ ἐξ αὐτῶν τῶν Ἀριστοτέλους ῥημάτων δείξομεν ὅτι κατὰ βάθος τούτων ἐστὶν ἡ διαφορά· τὸ μὲν <γὰρ> χάσμα πολὺ τὸ βάθος ἔχει, ὁ δὲ βόθυνος μικρόν. καὶ ἡ κοινὴ δὲ συνήθεια καὶ ἡ τῶν παλαιῶν χρῆσις τοῦτο βούλεται· περὶ γὰρ τοῦ χάους φησὶν Ἡσίοδος “χάσμα μέγ’, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτ’, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο.” καὶ περὶ τοῦ Ἀλεξάνδρου ὁ ποιητὴς ποιγητὴς κέ οἱ αὖθι |γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα.” τὸν δ’ ἕτερον “βόθρον ὄρυξεν ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα.” καὶ πάλιν “πήχυιον δ’ ἄρ’ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας” ὁ τὰ Ἀργοναυτικά. ὅτι δὲ τὸ αὐτὸ τούτων ἀπάντων ἐστὶν αἴτιον, δῆλόν φησιν ἐκ τῶν ὁμολογουμένων. εἰ γὰρ φανερῶς ὁ ἄνω ἀὴρ ἐκπυροῦται, τουτέστι τὸ ὑπέκκαυμα, καὶ τὸ διάφορον τῆς ἐκπυρώσεως τὰς εἰρημένας ἐποίει διαφοράς, φλόγας, δαλοὺς καὶ τὰ λοιπά, τί θαυμαστόν, εἰ διὰ τὴν αὐτὴν ἐκπύρωσιν καὶ χρωματίζεται ποικίλως ὁ ἀήρ; μᾶλλον δὲ δοκεῖ χρωματίζεσθαι τῆς ἀχλύος καὶ τῆς πυρώδους συστάσεως ἐν ταῖς ἡμετέραις ὄψεσι μιγνυμένης, ὡς δείξομεν, διόπερ ἐν νυκτὶ μόνῃ τὰ τοιαῦτα. μεθ’ ἡμέραν γὰρ τὸ τοῦ ἡλίου φῶς τήν τε σύστασιν ἐπικαλύπτει καὶ τὸν ἀχλυώδη φωτίζει ἀέρα, μᾶλλον δὲ καὶ διαλύει τὴν ἀχλὺν κατὰ τὸ πλεῖστον. ἀλλὰ καὶ αἰθρίας δεῖ, φησί, πρὸς τὴν τῶν τοιούτων χρωμάτων φαντασίαν, τουτέστι νηνεμίας· ἡ γὰρ τῶν ἀνέμων κίνησις διασκεδάννυσι τὴν ἀχλὺν ἔσθ’ ὅτε καὶ διαλύει καὶ τὰ εἰρημένα πάθη καὶ συστῆναι οὐ συγχωρεῖ. τὸ δὲ ἐν τῷ οὐρανῷ πάλιν ὁμοίως ἀκουσόμεθα περὶ τὸν οὐρανόν, τουτέστιν ἐν τῷ ὑπεκκαύματι· πρὸς γὰρ τὴν τῶν πολλῶν εἴρηται δόξαν ἐν τῷ οὐρανῷ συνίστασθαι τὰ τοιαῦτα πάθη νομίζουσαν.