Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 56
Not analysed yet
Περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος λέγωμεν 10 διαπορήσαντες πρὸς τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον. Εἰπὼν πρὸ τούτων περὶ τῶν ταχείας ποιούντων τὰς μεταβολάς, τῶν τε καθ’ ὕπαρξιν φαινομένων ἀληθῆ καὶ τῶν κατὰ μόνην φαντασίαν καὶ τῶν ἐξ ἀμφοῖν, ὑπάρξεως τε καὶ φαντασίας, λέγει νῦν περὶ τῶν ἐπὶ πλείονα μενόντων χρόνον, ἅπερ οὐκ ἔστι φάσματα· τὰ γὰρ κατὰ μόνην φαντασίαν καὶ δόκησιν ὁρώμενα θᾶττον διαλύεται. τὰ περὶ ἅλω καὶ ἴριδος, καὶ αὐτῶν ὄντων ἐμφάσεων ἐργώδη τὴν διδασκαλίαν ἐχόντων, ἐν τῷ τρίτω διδάσκει λόγῳ. ἔστι δὲ τὰ περὶ ὧν διδάσκει νῦν οἵ τε κομῆται καὶ ὁ καλούμενος γαλαξίας κύκλος. ὅπερ δὲ τῷ φιλοσόφῳ ποιεῖν ἔθος ἐπὶ τῶν φυσικῶν ζητημάτων ἑκάστου, τοῦτο ποιεῖ καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ προκειμένου δόξας προϊστορῶν καὶ τὰς οὐ καλῶς ἐχούσας ἐλέγχων πρῶτον, εἶτα τὴν οἰκείαν περὶ τοῦ ζητουμένου διδάσκων ὑπόληψιν. Ἀναξαγόρας μὲν οὗν καὶ Δημόκριτός φασιν εἶναι τοὺς κομήτας σύμφασιν τῶν πλανητῶν ἀστέρων, ὅταν διὰ τὸ πλησίον ἐλθεῖν δόξωσι θιγγάνειν ἀλλήλων, τῶν πέντε πλανωμένων. ἅμα δηλονότι. οὗτοι δ᾿εἰσὶν ὅ τε τοῦ Κρόνου καλούμενος καὶ ὁ τοῦ Δῖός καὶ ὁ τοῦ Ἄρεος καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης· οὐ γὰρ δὴ καὶ τὸν ἥλιον συνηρίθμουν καὶ τὴν σελήνην· δῆλον γὰρ εἶχε τὸν ἔλεγχον. ὅταν οὖν, φασίν, εἰς τοῦτο πλησιάσωσιν οὗτοι καὶ θιγγάνειν ἀλλήλων δόξωσιν (οὐ γὰρ δή γε θιγγάνουσιν ἐν τῷ αὐτῷ μὴ ὄντες ἐπιπέδῳ) μέγεθος ἀποτελοῦσι καὶ μίαν ἐργάζονται σύμφασιν, τουτέστιν ἓν φῶς ἐκ πάντων συμπεφορημένον φαίνεται. καὶ οἶμαί γε, εἴ τις αὐτοὺς ἠρώτησε, τί δήποτε οὖν ποτὲ μὲν μείζων ὁ κομήτης ποτὲ δ’ ἐλάττων φαίνεται, εἶπον ἄν ὡς ὁπηνίκα πυκνοτέραν πρὸς ἀλλήλους τὴν θέσιν ἔχοιεν, ἐλάττονα φαίνεσθαι τὸν κομήτην, ὁπότε δὲ διεστήκοιέν πως καὶ μὴ λίαν ἐγγὺς εἴησαν, μείζονα εἶναι δοκεῖν, καὶ μάλιστα ὅταν καὶ τῶν ἀπλανῶν τινες αὐτοῖς πλησιάσαντες μίαν ἅμα τούτοις ποιήσωνται σύμφασιν. εἰ δὲ καὶ τῶν ἄλλοτε ἄλλων αὐτοῦ σχημάτων τὴν αἰτίαν ζητοῦμεν, εἰπεῖν ἂν πάλιν τὴν διάφορον αὐτῶν πρὸς ἀλλήλους θέσιν τε καὶ σχέσιν τούτων αἰτίαν εἶναι, τῶν μὲν ἐπ’ εὐθείας κειμένων τῶν δ’ ἐκ πλαγίου, νοτιωτέρων