Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 55
Not analysed yet
Περὶ μὲν οὖν τῶν διαθεόντων ἀστέρων καὶ τῶν ἐκ· πυρουμένων, ἔτι δὲ τῶν ἄλλων τῶν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ταύτας ὑπολαβεῖν δεῖ τὰς αἰτίας. Συμπεραίνεται πάντα τὰ ἐξ ἀρχῆς εἰρημένα καὶ τὴν κοινωνίαν αὐτῶν ἀπήγγειλε, δι’ ἣν καὶ κατὰ συνέχειαν περὶ τούτων ἐδίδαξε πάντων, τὸ ταχείας τὰ εἰρημένα πάντα ποιεῖσθαι τὰς μεταβολάς, τουτέστι μὴ ἐπὶ πολὺν μένειν χρόνον, ὡς οἱ κομῆται, ἀλλ’ ἐν ὀλίγῳ διαλύεσθαι. τούτων οὖν τῆς γενέσεως τὰς αἰτίας δεῖ νομίζειν τὰς εἰρημένας παρ’ ἡμῶν. τῷ δὲ κοινῶς περὶ πάντων εἰπεῖν τοιούτων φασμάτων, ὅσα ταχείας ποιεῖται τὰς φαντασίας, ἔοικεν ἅπαντα λέγειν εἶναι φαντάσματα. ἢ οὖν [οὐ] κοινότερον ἁπλῶς τὰ φαινόμενα φάσματα προσηγόρευσεν, ἢ ὅτι κἂν ὕπαρξιν ἔχωσιν οἱ διάττοντες, ἀλλὰ συμπέπλεκταί τι καὶ φαντασίας αὐτοῖς, ὡς εἴπομεν. τῶν γὰρ μὴ κατὰ ῥῖψιν ἀλλ’ ἔξαψιν γινομένων διᾳττόντων ἡ κίνησις δοκοῦσά ἐστι κίνησις, οὐχ ὑπάρχουσα· οὐ γὰρ ἓν ἦν τὸ κινούμενον, ἀλλ’ ὕλη τις ἄλλοτε ἄλλη μεταλαμβάνουσα τῆς ἐξάψεως. ἀλλὰ καὶ ἐν ταῖς αἰξὶν αἱ παρεκπυρώσεις, ἐξ ὧν ἡ τῶν τριχῶν ἐγίνετο φαντασία, δοκοῦσαν εἶχον, οὐ πάντως ἀληθῆ συνέχειαν πρὸς τὴν ὅλην ἐκπύρωσιν.