Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 62
Not analysed yet
Πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ γῆν τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολυπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ νοτίῳ τόπῳ πλησιάζοντος οὔτ’ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου. 'Ev μὲν οὖν τοῖς ὑπὸ τὸν ἰσημερινὸν τόποις καὶ τοῖς τούτῳ πλησιάζουσιν οὐκ ἴσχει κόμην διὰ τὴν ὑπερβολὴν τῆς ἐκεῖθεν θερμασίας καὶ τῆς ξηρότητος. ὑπερβὰς δὲ τοὺς τόπους τούτους καὶ φερόμενος ἐπὶ τοὺς τροπι- κοὺς καὶ μέχρις αὐτῶν δαψίλειαν μὲν ὑδάτων ἔχει καὶ πολλὴν ἐκ τούτων ἀτμίδα συνέλκει, ἀλλ’ ἐν μὲν τοῖς νοτίοις, φησί, τοῦ πλείστου μέρους τῶν κύκλων ὑπὸ γῆν ὄντος, ὅπερ ὁ ἥλιος ἐν ταῖς νυξὶ διέρχεται, συμβαίνει τὰς ἐκ τῆς ἀτμίδος ἀνακλωμένας ὄψεις μὴ ἀφικνεῖσθαι κάτω πρὸς τὸν ἥλιον διὰ τὴν πολλὴν αὐτοῦ ἀπὸ τοῦ ὁρίζοντος ἀπόστασιν τὴν ὑπὸ γῆν. ἐν δὲ τῷ βορείῳ διὰ τὸ μικρὰν εἶναι τὴν ὑπὸ γῆν ἐκείνων τῶν κύκλων περιφέ- ρειαν ἀφικνοῦνται πρὸς τὸν ἥλιον. μήποτε δὲ εἴ τις ὑποθοῖτο ἐν τοῖς θερινοῖς κύκλοις ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ μὴ πολλὴν μοῖραν τῆς ὑπὸ γῆν διεληλυθέναι περιφερείας μηδὲ τῆς ἀπὸ τοῦ κέντρου φερομένης ἐπὶ ταύτην γραμμῆς ἅψασθαι, τότε δύνασθαι τὰς ὄψεις ἐπ’ αὐτὸν ἀνακλᾶσθαι τὸν ἥλιον, καὶ τοὐναντίον ἐν τοῖς χειμερινοῖς, ἐπεὶ πολὺ τοῦ ὑπὸ γῆν ὁ ἥλιος διέλθοι τμήματος, ὡς ἐν τῷ ὑπὸ γῆν τούτου γενέσθαι μεσουρανήματι ἢ καί τι ὑπερβῆναι τούτου μικρόν τότε μὴ δύνασθαι τὰς ἀνακλωμένας ὄψεις πρὸς τοῦτον φέρεσθαι· οὔτε οὖν ἐν τοῖς βορείοις ὄντος τοῦ κομήτου ἀεὶ ἕξει κόμην οὕτε ἐν τοῖς νοτίοις οὐδέποτε οὐχ] ἕξει κατὰ τὴν εἰρημένην ὑπόθεσιν.