Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 65
Not analysed yet
Οὗτοι δὲ πολλάκις ἅμα πάντες μετέωροι φαίνονται ὑπὲρ του ὁρίζοντος. καὶ φανερῶν δ’ ὄντων αὐτῶν ἀπάντων καὶ μὴ φαινομένων πάντων ἀλλ’ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ, οὐδὲν ἦττον κομῆται φαίνονται γινόμενοι πολλάκις. Οὗτος ὁ λόγος ἁρμόζει μάλιστα πρὸς τοὺς σύμφασιν τῶν πλανωμένων τὸν κομ‘ήτην εἶναι λέγοντας. εἰ γὰρ σύνοδος εἰς ταὐτὸ πάντων καὶ σύμφασις ὁ κομήτης εστιν, ἔδει κομήτου γινομένου μηδαμοῦ λοιπὸν ἑτέρωσε φαίνεσθαι τῶν πλανωμένων μηδένα μηδ’ ὑπὸ γῆν τούτων εἶναί τινα. νῦν δὲ καὶ πάντων ὑπὲρ γῆν ὄντων καὶ ὁρωμένων καὶ πάντων ὑπὸ γῆν, καὶ τινων μὲν ὕπερ γῆν, τινῶν δὲ ὑπὸ γῆν, καὶ πάντων ἐγγὺς ὄντων καὶ ἄλλων ἀλλαχοῦ διεστώτων ὅ,μως κομῆται φαίνονται μηδενὶ τῶν πλανωμένων πλησιάζοντες. τούτου δ᾿ ἀληθοῦς ὄντος οὐκ ἄρα σύμφασις τῶν πλανωμένων εστιν ὁ κομήτης, οὐδ’ ἅμα πάντων οὐδέ τινων.