Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 68.1
Not analysed yet
Κοινὸν δὲ καὶ τούτοις καὶ τοῖσιν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτο οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ (καί τοι κἀκεῖνοί φασιν) ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ὄντων ἐν ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσι μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγένετο τὸ φέγγος, παρβλέπουσι δ᾿ ἠρέμα τὴν ὄψιν πλεῖον. Καὶ κοινῶς ἀντειρηκὼς πρὸς τὰς εἰρημένας τῶν παλαιῶν ὑποθέσεις ἁπάσας καὶ τὰ ἰδίᾳ ἑκάστῃ αὐτῶν παρακολουθοῦντα προσθεὶς ἄτοπα, νῦν πάλιν κοινοὺς ἐλέγχους ἐπιτίθησι καὶ τοῖς σύμφασιν τῶν πέντε πλανωμένων τὸν κομήτην εἶναι λέγουσι καὶ τοῖς ἕνα τῶν πλανωμένων ἕκτον ἀστέρα. τούτων δ’ οἱ μὲν αὐτῷ συμπεφυκέναι τὴν κόμην ἔλεγον, οἱ δὲ ταύτην ἔξωθεν λαμβάνειν, μᾶλλον δὲ κόμης φαντασίαν εἶναι ἐκ τῆς τῶν ὄψεων ἀνακλάσεως ἀπὸ τῆς ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον γινομένης. εἰ γάρ, φησί, καὶ τῶν ἀπλανῶν κόμην λαμβάνουσί τινες, ὡς ἥ τε παλαιοτέρα τῶν Αἰγυπτίων ἱστορία βούλεται καὶ αὐτὸς Ἀριστοτέλης ἱστορηκέναι φησί τινα ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς τοῦτο παθόντα, οὐκ ἄρα ἰδιάζουσά τις ἀστέρος κο- μήτου φύσις ἐστὶν ἑνὸς ὄντος καὶ αὐτοῦ τῶν πλανωμένων οὐδὲ σύμφασις ἅμα πάντων, ἐπεὶ οὐκ ἄν καὶ τῶν ἀπλανῶν τινες τοῦτο ἔπασχον πρότερον οὐκ ἔχοντες κόμην· ἔδει γὰρ καὶ τὸν παρ’ αὐτοῖς λεγόμενον κομήτην ἀστέρα, εἴπερ ἀστὴρ ἦν κατ’ ἀλήθειαν, πρότερον φαίνεσθαι κόμης ἐκτός. τίνος δὲ χάριν ἀτενὲς μὲν εἰς τὴν κόμην τοῦ ἀστέρος ὁρώντων ἀμυδρότερον τὸ φῶς τῆς κόμης ἐφαίνετο, εἰ δέ τι παραβλέψαιεν ὑπολοξοῦντες τὰς ὄψεις, πλεῖον ἐδόκει τὸ φῶς εἶναι; πρὸς τοῦτο τῶν ὀπτικῶν τινες ἔφασαν ὡς τοὺ κώνου τῶν ἐκ τῆς κόρης ἐξιουσῶν ὄψεων (κωνοειδῶς γὰρ ἐξίασιν, ὡς καὶ πρότερον εἶπον) ὅσαι μὲν τῷ ἄξονι τοῦ κώνου πλησιάζουσι (μέσος δὲ δηλονότι πασῶν ὁ ἄξων ἐστίν) ἰσχυρότεραι τῶν ἄλλων εἰσὶ καὶ δυσπα- θέστεραι, ὅσαι δὲ τούτων πορρωτέρω διεστήκασιν, ἀσθενέστεραι καὶ διὰ τοῦτο μᾶλλον εὐπαθεῖς θᾶττον διακρινόμεναι. διὸ καὶ μᾶλλον τοῦ αἰσθητοῦ ἀντιλαμβάνονται· τὸ γὰρ μᾶλλον πάσχον μᾶλλον τοῦ ποιοῦντος ἀντιλαμβά- νεται. ἐναντιοῦσθαι δὲ τούτῳ δοκεῖ τὸ μᾶλλον διακρίνεσθαι τὰς ὄψεις τοὺς ἀτενὲς τῷ ἡλίῳ προσέχοντας ἢ τοὺς λοξότερον αὐτῷ τοῖς ὄμμασιν ἐπιβλέποντας. ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι δι’ ἀμετρίαν τοῦ ἡλιακοῦ φωτὸς πρὸς τὰς ἡμετέρας ὄψεις τοῦτο συμβαίνει· ἡ γὰρ ὑπερβολὴ τοῦ δρῶντος εἰς φθορὰν ἄγειν τὸ πάσχον κινδυνεύουσα καὶ αὐτῆς τοῦ πάθους ἀφαιρεῖται τῆς ἀντιλήψεως. μήποτε οὖν αὐτό γε τοῦτο καὶ ἐπὶ τοῦ ζητου- μένου συμβέβηκεν. ἀτενὲς γὰρ εἰς τὸ τῆς κόμης καὶ εἰς τὸ τοῦ ἀστέρος φῶς ἀποβλέπουσιν ἅμα τό τε πάθος ἐγίνετο μεῖζον καὶ ἀσθενουσῶν διὰ τοῦτο τῶν ὄψεων ἡ κρίσις ἦν ἀμυδροτέρα· ὑποκλινομένων δὲ τῶν ὀφθαλμῶν καὶ λοξῶς ὁρώντων σύμμετρος ἡ τῶν ὄψεων ἐγίνετο διάκρισις καὶ ἡ ἀντίληψις ἀκριβεστέρα. σκόπει δὲ καὶ ἄλλως· εἰ δύο λύχνους θείης ἐπὶ μιᾶς εὐθείας, τὸν μὲν ἀνωτέρω τὸν δὲ ὑποκείμενον αὐτῷ, εἶτα εἰς τούτους ἀποβλέψειας, ἀνθελκομένων ὑφ’ ἑκατέρου φωτὸς τῶν ὄψεων διασπᾶται ἡ κρίσις τῶν ὁρατῶν, κἀντεῦθεν τὸ φῶς ἀμυδρότερον εἶναι δοκεῖ· εἰ δὲ θάτερον αὐτῶν ὑφέλοιο, μηκέτι τοῦ εἰρημένου πάθους γενομένου ἀκριβεστέρα τοῦ λυχνιαίου φωτὸς ἡ ἀντίληψις γίνεται. ἐπεὶ οὖν ἡ κόμη κατωτέρω του ἀπλανοῦς ὑπῆρχεν ἀστέρος, αἱ πρὸς ταῦτα φερόμεναι ὄψεις τὸ ἐπὶ τῶν λύχνων πάθος ὑπέμενον· λοξουμένων δὲ τῶν ὀφθαλμῶν οὕτως ὡς μηκέθ’ ὁμοίως ἐπ’ ἄμφω φέρεσθαι (ὁ γὰρ λοξῶν πάντως ὡς ἐπὶ τὴν κόμην τὰς ὄψεις ποιεῖ νεύειν ταύτην ἐθέλων ὁρᾶν) μηκέτι οὖν διασπωμένων τῶν ὄψεων ἀκριβεστέρα τοῦ φωτὸς τῆς κόμης ἐγίνετο ἡ ἀντίληψις.