Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 69
Not analysed yet
Πρὸς δὲ τούτοις ἅπαντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως ἡφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως, ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων. Καὶ τοῦτο μέγιστον σημεῖον τοῦ τὸν κομήτην μήτε ἕνα τῶν πλανω- μένων ἀστέρων ὑπάρχειν μήτε σύμ| φασιν ἅμα πάντων. πάντες γάρ, φησίν, οἱ ἐφ’ ἡμῶν ὀφθέντες κομῆται ὑπὲρ γῆν ὄντες κατὰ μικρὸν διελύθησαν καὶ λυθέντες οὐδένα καταλελοίπασιν ἀστέρα. καὶ ἐπὶ τῶν ἡμετέρων δὲ χρόνων πολλοὺς οὕτω τεθεάμεθα λυθέντας καὶ πρὸ τῆς λύσεως εἰς σχήματα μεταβαλόντας διάφορα. καίτοι γε εἰ ἀληθεῖς ἦσαν αἱ προειρημέναι περὶ τοῦ κομήτου δόξαι. τουτέστιν εἴτε εἷς ἦν οὗτος ἀστήρ, ἔδει λυθείσης τῆς κόμης αὐτὸν ὁρᾶσθαι, εἴτε σύμφασις πάντων ἅμα τῶν πλανωμένων εἰς ταὐτὸ συνεληλυθότων, πάλιν ἔδει τοῦ κομήτου λυθέντος φαίνεσθαι τοὺς πλανωμένους ἅπαντας ἀπ’ ἀλλήλων διεστηκότας, μᾶλλον δὲ τῇ διαστάσει τούτων ἐκεῖνον λύεσθαι, καὶ οὐδὲν ἕτερον εἶναι τοῦ κομήτου τὴν λύσιν ἢ τὴν ἐκείνων ἀπ’ ἀλλήλων διάστασιν. εἰ γὰρ ἡ σύνοδος αὐτῶν τὸν κομήτην ἐργάζεται, πάντως που φθείρεσθαι τοῦτον ἀνάγκη διισταμένων ἐκείνων. εἰ οὖν διαλελυμένων τῶν κομητῶν, καὶ οὓς Ἀριστοτέλης τεθέαται Λαὶ οὓς ἡμεῖς καὶ πάντες ἁπαξαπλῶς, οὔτε εἷς ὑπολειπόμενος ἀστὴρ ἐφάνη οὔτε πλείους, διαφέρον τε σχῆμα μεταλαμβάνειν τοὺς ἀστέρας ἀμήχανον ψευδὴς ἄρα ἐστὶ τῶν ὑποθέσεων ἑκατέρα. καλῶς δὲ καὶ τὸ ὑπὲρ γῆν ὄντας ἀπομαρανθῆναι τούτους ἐπεσημήνατο· εἰ γὰρ ὑπὸ γῆν αὐτῶν ἡ λύσις ἐγένετο, οὐκ ἦν δῆλον, εἴτε ὑπολέλειπται μετὰ τοῦ κομήτου λύσιν ἀστὴρ εἴτε μή.