Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 72
Not analysed yet
Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοί φασι καὶ τῶν πλανητῶν καὶ πρὸς αὐτοὺς καὶ πρὸς τοὺς ἀπλανεῑς γίνεσθαι συνόδους, καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύδύνοντος μοι ὑπελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλ’ οὐ κομήτην γενόμενον. Πάλιν ἐξ ἱστορίας ὅτι μὴ σύνοδος ἀστέρων ἐστὶν ὁ κομήτης ἐλέγχει. παρατετηρηκέναι γὰρ Αἰγυπτίους φησὶ καὶ ἑαυτὸν ἑωρακέναι τῶν πλανήτων τινας συνελθόντας ποτὲ μὲν πλανωμένοις ποτὲ δὲ ἀπλανέσιν, ὡς καὶ ἐπιπροσθεῖν αὐτοῖς καὶ ἀφανεῖς ποιῆσαι, καὶ ὅμως κομήτης ἐκ τούτων οὐ γέγονεν· οὐκ ἄρα σύνοδος καὶ σύμφασις ἀστέρων ἐστὶν ὁ κομήτης.