Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 77
Not analysed yet
Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾗ ἄν τύχοι εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται, διό φαμεν γίνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς. Φερομένη, φησίν, ἡ ἀναθυμίασις ἡ ξηρὰ τὸν τρόπον τοῦτον, τουτέστι τοῖς οὐρανίοις συμπεριαγομένη, ὅπου δήποτε τύχῃ εὔκρατος οὖσα, τουτέστιν ἐπιτηδεία πρὸς ἔξαψιν, ὡς μήτε λίαν εἶναι λεπτὴν καὶ ἀραιὰν μήτε τοὔμπαλιν παχεῖαν καὶ πυκνήν, πάντως ἐκπυροῦται. ἐκ ταύτης δὲ γίνεσθαι καὶ τοὺς διατρέχοντας ἀστέρας ἀπέδειξεν, οὓς διᾴττοντας ὀνομάζουσιν.