Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 79.1
Not analysed yet
Ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος δοκεῖ εἶναι, οὕτω καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι. παραπλήσιον γὰρ τὸ γινόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν. φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυίαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος. εἰ δὴ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθὸν ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς. τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν. Tὴν πρὸς ἄλληλα διαφορὰν τῶν κομητῶν καὶ τῶν διᾳττόντων διδάσκει καὶ νῦν. ὥσπερ γάρ, φησίν, ἡ φορὰ τῆς τοιαύτης ἀναθυμιάσεως καθ’ ὃν εἴρηται γινομένη τε καὶ ἐξαπτομένη τρόπον ἀστέρος εἶναι δοκεῖ διαδρομή τε καὶ κίνησις, ὅπερ ἐκαλεῖτο διᾴττων, οὕτω καὶ ἡ μονὴ τῆς ἐξάψεως τῆς τοιαύτης ἔδοξε τοῖς ὁρῶσιν ἀστέρος εἶναι μονή· τοῦτο δέ εἰσιν οἱ κομῆται γενικώτερον οὕτω καλούμενοι. πάλιν δὲ τὸ γινόμενον διδάσκει πάθος δι’ ὑποδείγματος. ὡς γὰρ <εἰ> εἰς ἀχύρων, φησί, θημῶνα δαλὸν τις ἢ μικρά τις ἀρχὴ τούτῳ πυρὸς ἐμπέσοι, οἷον σπινθήρ, <καὶ> βραχύ τούτων ἐξάψειε, τὸ πρῶτον ἐξαφθὲν τῶν ἀχύρων μέρος τῷ ἑξῆς μεταδίδωσι, καὶ τοῦτο τᾷ μετ’ αὐτό, τοῦ πρῶτον ἐξαφθέντος σβεννυμένου διὰ τὴν λεπτότητα τῆς ὕλης, καὶ οὕτως ἐφεξῆς, ἕως ἂν ἐξαφθῇ τὸ ἐπιτήδειον ἅπαν καὶ λοιπὸν μηκέτι εἴη τὸ ἐξαπτόμενον, τοῦτο δὲ τοῖς μὲν πλησιά- ζουσι δῆλόν ἐστι πῶς γίνεται, τοῖς δὲ πόρρωθεν βλέπουσι μιᾶς φλογὸς κίνησις εἶναι δοκεῖ καὶ διαδρομή, τοῦτο καὶ ἐπὶ τῶν διᾳττόντων συμβαίνει· διὰ γὰρ τὴν εὐφυίαν, φησί, τοῦ ὑπεκκαύματος, τουτέστι τὴν ἐπιτηδειότητα τὴν πρὸς ἔξαψιν, ἄλλο μετ’ ἄλλο τούτου μέρος ἐξαπτόμενον κατὰ συνέχειαν, τοῦ τε προεξαφθέντος σβεννυμένου διὰ τὸ ῥᾳδίως δαπανᾶσθαι εἷς ἀστὴρ ἐπί τι μῆκος διατρέχειν δοκεῖ. ἀρχὴ μὲν οὖν ἐστι τῆς δοκούσης κινήσεως τὸ ὅθεν ἤρξατο καίεσθαι, τέλος δὲ τὸ ὅπῃ παύεται διὰ τὸ μὴ εἶναι λοιπὸν ἐπιτηδείαν ὕλην πρὸς ἔξαψιν. εἰ δὲ ἐν τῷ διατρέχειν τὴν φλόγα ἐμπέσῃ πυκνοτέρα τις καὶ παχεῖα ὕλη καὶ στέγειν δυναμένη τὸ τοῦ πυρὸς εἶδος, τοῦ μὲν διαΐσσοντός ἐστι τοῦτο πέρας, τοῦ κομήτου δ’ ἀρχή· μένει γὰρ ἡ ἐν τούτῳ λοιπὸν ἐπὶ χρόνον τινὰ διά τε τὸ πλῆθος τῆς ὕλης καὶ τὴν πυκνότητα καὶ διὰ τὴν ἐπὶ πολὺ κάτωθεν χορηγουμένην ἀναθυμίασιν τῷ κομήτῃ καὶ προστιθεμένην αὐτῷ δίκην τροφῆς καὶ ἀναπληροῦσαν τὸ δια- πεφορημένον τῆς προεξαφθείσης ὕλης αὐτοῦ. τὸ δὲ γένοιτ’ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς, τὸ τέλος, φησί, τῆς τοῦ διᾴττοντος διαδρομῆς (τέλος ἔσχεν ἔνθα πυκνότητος ὑπήντησεν ὅλης) ἀρχὴ τῆς φορᾶς ἐστι τοῦ κομήτου, τουτέστι τοῦ καίεσθαι τὴν ὕλην αὐτοῦ ἀρχή ἐστι· καὶ ἐπὶ τούτου γὰρ ἐπινέμεται τὴν ἐφεξῆς ἡ προλαβοῦσα καὶ φερο- μένη τὸ ἐπιτήδειον ἐξάπτει, ἀλλὰ διὰ τὴν παχύτητα τῆς ὕλης οὔτε τὸ ἐφεξῆς ῥᾳδίως ἐξάπτεται <οὔτε> τὸ προλαβὸν ἑτοίμως ἀπομαραίνεται, διόπερ οὐδὲ κινήσεως φαντασία τις ἡμῖν ὑποπίπτει. ἡ οὗν ἀρχὴ τῆς φορᾶς εἶπεν, ἤτοι τῆς κινήσεως τοῦ κομήτου μετὰ τοῦ παντὸς ἀρχὴ ἢ ἁπλῶς τῆς ὑπάρξεως αὐτοῦ καὶ εὐπορίας τῆς ὕλης ἀρχή. τὸ γὰρ πολλοὺς γεγονέναι καρποὺς φορὰν καρπῶν λέγομεν, καὶ ἐπὶ τῶν χειρόνων ὁμοίως. Μένανδρος “φορὰ γὰρ νῦν τούτου γέγονε καλὴ δι’ ὁτιδήποτε”. συμπεραίνων εἰρημένα φησὶ τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομὴ ἀστέρος, ἔχων ἐν ἑαυτῷ τὸ πέρας καὶ ἀρχήν. ὁ κομήτης, φησίν, ἀστὴρ οἷον ἀστέρος ἐστὶ διαδρομή, τουτέστι διᾴττων ἐστὶ τὴν ἀρχὴν ἔχων καὶ τὸ πέρας ἐν ἑαυτῷ τῆς ἐκκαύσεως μένον ἐν αὐτῷ καὶ μὴ σβεννύμενον· ἐπὶ γὰρ τοῦ διᾴττοντος ἐξαπτόμενον εὐθὺς σβέννυται. τὰ γὰρ ἐν κινήσει τὸ εἶναι ἔχοντά ἐστι τοιαῦτα, οὔτε τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς οὔτε τὸ πέρας ἔχοντα· ἐν τῷ γίνεσθαι γὰρ καὶ φθείρεσθαι πᾶσα ἡ κίνησις ἔχει τὸ εἶναι, μένον δέ τι μόριον αὐτῆς παντελῶς ἐστιν οὐδὲν ὡς οὐδὲ τοὐ χρόνου οὐδὲ τῆς φθορᾶς. ὁ δὲ κομήτης ἐν ἑαυτῷ ἔχει καὶ τὸ πρῶτον ἐξαφθὲν καὶ τὸ ἔσχατον μένοντα καὶ σωζόμενα. οὐκοῦν ὁ κομήτης διᾴττων ἐστὶν οὐ κινούμενος ἀλλὰ μένων καὶ τὴν ἀρχὴν καὶ τὸ πέρας τῆς ἐξάψεως ἔχων ἐν ἑαυτῷ.