Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 80.1
Not analysed yet
Ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστάσεως ᾖ, καθ’ αὑτὸν φαίνεται κομήτης· ὅταν δὲ ὑπὸ τῶν ἀστέρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνιστῆται ἡ ἀναθυμίασις, τότε κομήτης γίνεται τούτων τις· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλ’ ὥσπερ αἱ ἅλῳ περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν ᾖ πεπυκνωμένος οὕτως ὁ ἀήρ, ὥστε τοῦτο γίνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἷον ἅλως ἐστί. πλὴν ἡ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτη τὴν χρόαν, ἐκεῖ δ’ ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμενον ἐστιν. Ἐπειδὴ κομῆται γίνονται καὶ χωρὶς ἀστέρων καὶ τῶν ἀστέρων τινὲς οὐ μόνον τῶν πλανωμένων ἀλλὰ καὶ τῶν ἀπλανῶν, τὴν διαφορὰν αὐτῶν ἐν τούτοις παραδίδωσιν. ὅταν μὲν οὖν, φησίν, ἡ εἰρημένη ἀναθυμίασις ἐν τῷ κάτω τόπῳ συστῇ μὴ πλησιάζουσα τοῖς ἄστροις, αὐτὴ καθ’ αὑτὴν χωρὶς ἀστέρος τὸν εἰρημένον τρόπον γίνεται κομήτης· ἀλλ’ ἐπειδὴ καὶ οἱ ἀστέρες τῇ κινήσει τῇ ἑαυτῶν ἀναθυμίασιν |εἰς ἑαυτοὺς ἕλκουσι τοιαύτην, ὅταν συμβῇ ταύτην τὴν ἀναθυμίασιν διὰ τὰς εἰρημένας αἰτίας· ἐξάπτεσθαι, κομήτης ὁ ἀστὴρ γεγονέναι δοκεῖ. δυνατὸν δὲ καὶ πλησίον μὲν τοῦ ἄνω σώματος συστῆναι ὕλην, μὴ ἔχειν δὲ κατὰ κάθετον αὐτὴν τῶν ἀστέρων τινά, καὶ πάλιν καθ’ αὑτὸν γενέσθαι κομήτην. εἰ δὲ ὑποκαίοιτό τινι τῶν ἀστέρων ὑπὸ μίαν κάθετον ἡ τοιαύτη ἀναθυμίασις, οὐκ ἐξισχύουσα ἡ ὄψις ἡμῶν τῇ διακρίσει ταύτης καὶ τοῦ ἀστέρος ἐπιβαλεῖν τῷ μεταξὺ διαστήματι ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐπιπέδῳ τὸν ἀστέρα καὶ τὴν κόμην εἶναι νομίζει· διὸ κομήτην τὴν ἀστέρα γεγονέναι φαντάζεται. τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, φησίν· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλὰ κατωτέρω μὲν πολύ, ὑπ’ αὐτὰ δ’ ὅμως. καὶ τούτου τίθησιν ὑπόδειγμα τὴν ἄγω τὴν συνισταμένην περὶ τὸν ἥλιον καὶ τὴν σελήνην, καίτοι μηδέπω τοῦτο δείξας ὅπως ἔχει. ὥσπερ οὖν αἱ ἅλῳ δοκοῦσι μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ εἶναι τῷ ἡλίῳ τυχὸν ἢ τῇ σελήνῃ, οὐκ ἐν τούτοις δ’ εἰσὶν ἀλλ’ ὑπ’ αὐτοῖς, οὕτω καὶ ἐπὶ τῆς κόμης τῆς συνισταμένης ὑπό τινα τῶν ἀστέρων γίνεται. μία μὲν οὖν αὕτη κοινωνία ἐστὶν ἀμφοτέρων, τῆς ἅλω τε καὶ τῆς κόμης· καὶ ἑτέραν δὲ λέγει διότι συγκινοῦνται καὶ αἱ ἅλῳ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ ἡ κόμη τοῖς ἄστροις. διαφέρουσι δὲ ὅτι ἡ μὲν ἅλως ἐξ ἀνακλάσεως τῶν ὄψεων ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἡ τὴν σελήνην γενομένη οὐχ ὕπαρξιν ἀλλ’ ἔμφασιν ἔχει καὶ μόνην τοῦ χρώματος, ἡ δὲ κόμη τοι- οῦτον ἔχει τὸ χρῶμα, οἷον καὶ φαίνεται· τῆς γὰρ ὑποκειμένης ὕλης ἐστὶν ἔξαψις. τί δὲ τὸ αἴτιον τοὐ συμμεθίστασθαι δοκεῖν καὶ τὴν ἅλω τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ καὶ τὴν κόμην τῷ ἀστέρι τούτῳ οὗπέρ ἐστι κόμη; τὸ πεπυκνῶσθαι, φησίν, ὁμοίως τὸν ἀέρα πανταχοῦ, καὶ διὰ τοῦτο ἐξ ἑκάστου μέρους αὐτοῦ τὴν ἴσην ἀνάκλασιν τὰς ὄψεις ἡμῶν δυνατὸν ποιεῖσθαι. καὶ τοῦτό ἐστιν ὅπερ εἶπεν ὥστε τοῦτο γίνεσθαι πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, ὅπερ καὶ ἐπὶ τῆς κόμης. εἴπερ γὰρ ἡ ἀναθυμίασις ὁμαλὴς ἦν καὶ πανταχοῦ, οὐδὲν κωλύει σβέννυσθαι μὲν ἀφ’ ἧς ὁ ἀστὴρ μετέστη, ἐξάπτεσθαι δὲ ἄλλην τῇ κινήσει αὐτοῦ εἰς ἣν μεταβέβηκεν, εἰ ἀληθεύει λέγων ὑπὸ τῆς κινήσεως τῶν ἀπλανῶν τινος ἢ τῶν πλανωμένων συνίστασθαι τὴν ἀναθυμίασιν. μήποτε οὖν ἐκεῖνό ἐστιν ἀληθὲς ὡς εἰ τοῖς οὐρανίοις συμπεριάγεται τὸ ὑπέκκαυμα καὶ πολὺ τοῦ ὑπ’ αὐτὸ ἀέρος, ὁ δὲ κομήτης ὑπόστασίς ἐστι καὶ πάθος τοῦ συγκινουμένου τῷ παντὶ ἀέρος, εἰκότως συμπεριάγεται τοῖς σώμασιν ὧν ἐστι πάθος, οὐ κινεῖται· καὶ ὁ ἀστὴρ οὐ συνεφέλκει τὴν κόμην, ἀλλ’ ἡ ἀπλανὴς τὸ ὑπέκκαυμα καὶ μετὰ τοῦ συστάντος ἐν αὐτοῖς πάθους καὶ αὐτὸν συνεφέλκει τὸν ἀέρα.